7. Ὁκόσοις δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε
8. ἐξ ἀρχῆς προγνῷς ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκέτι τῆς αὐτῆς
9. ἰητρείης δεῖται, ἀλλὰ τὰς μὲν κατατάσιας καὶ τὰς διορθώσιας
10. οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται. σπλῆνας δὲ χρὴ διπλοῦς,
11. πλάτος μὲν ἡμισπιθαμιαίους μὴ ἐλάσσους. ὁκοῖον δὲ
12. ἄν τι καὶ τρῶμα ᾖ, πρὸς τοῦτο τεκμαίρεσθαι· μῆκος δὲ
13. βραχυτέρους μὲν ὀλίγῳ ἢ ὥστε δὶς περιικνέεσθαι περὶ
14. τὸ σῶμα τὸν τετρωμένον, μακρατέρους δὲ συχνῷ ἢ ὥστε
15. ἅπαξ περιικνέεσθαι. πλῆθος δὲ ὁκόσους ἂν ξυμφέρει
16. ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα
17. χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς
1. ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα
2. τὰς ἀρχὰς ἀφιέναι.
4. Περὶ τῆς ἐπιβολῆς ἐπιδέσμου κἀν τῷ κατ’
5. ἰητρεῖον εἶπεν ἁπλοῦν, εὔκυκλον, σκέπαρνον. ἔστι δὲ σκέπαρνον
6. αὐτὴ περιβολὴ βραχυνομένη ἀπὸ τῆς εὐθείας καὶ
7. κινουμένη πρὸς τὸ πλάγιον, οὔπω δ’ οὖσα λοξὴ, λέγουσα
8. δὲ κατὰ τῶν τεκτόνων σκέπαρνα, διότι βραχὺ τῆς εὐθείας
9. ἐγγίγνεται πρὸς ὑποκαμπὴν οὕτως ὠνόμασται. τοὺς σπλῆνας
10. οὖν κατὰ τοῦτο τὸ σχῆμα ἀξιοῖ τῆς περιβολῆς τὸ κατεαγὸς
11. κῶλον περιλαμβάνειν, οὕτως περιτεθειμένους ὡς ὑπὸ
12. δυοῖν ἀρχῶν ἐπίδεσμος ἐπιδεῖται, τουτέστι τῆς μεσότητος
13. τῶν σπληνῶν, πρώτως ἐπιβαλλομένης τῷ κώλῳ, εἶτα τῶν
14. οἷον σκελῶν τοῦ σπληνὸς, οὐ κυκλοτερῶς περιλαμβανόντων
15. τὸ θεραπευόμενον μέρος, ἀλλὰ ἐγκλινομένων ὀλίγον ὡς ἀλλήλων
16. συμβαλεῖν κατὰ τὸ ἀντικείμενον μέρος ἢ ὅθεν ἤρξατο
17. καὶ γενέσθαι τὴν συμβολὴν αὐτῷ τῷ χ γράμματι
18. παραπλησίαν, ὅπερ εἰ κυκλοτερῶς ἐπιλειχθήσεται, οὐκ ἂν
19. ἐγένετο. συμβαίνει γὰρ τοσούτῳ περιλαμβανομένου ἀπαντᾷν
1. ἀλλήλοις ἄντικρυς. τὸ δὲ μῆκος τῶν σπληνῶν ἐδήλωσεν
2. ἐκ τοῦ φάναι, βραχυτέρους οὐκ ὀλίγῳ δεῖ ὑπάρχειν ἢ
3. ὥστε τὸ δὶς ἀλλήλων ἀπαντῆσαι. μακροτέρους δὲ πολλῷ
4. ἢ ὥστε ἅπαξ· βούλεται γὰρ πολλάκις ὑπ’ αὐτῶν κρατεῖσθαι
5. τὸ κῶλον, ἅπαξ ἑκάστου περιλαμβάνοντος αὐτό.
6. γίγνοιτο δ’ ἂν οὐκ ἀσφαλὴς ἡ κράτησις, εἰ καθ’ ὃν ἀπήντησεν
7. ὁ σπλὴν αὐτῷ τόπον ἐπαύσατο μὴ προσεκτάσας ἔτι
8. καὶ προσεπιλαμβάνων τι μέρος τοῦ κώλου. σχεδὸν γὰρ τὸ
9. ἥμισυ βούλεται περιλαμβάνειν αὐτὸ τοὺς σπλῆνας ἐκ τοῦ
10. φάναι, μὴ ὀλίγῳ μὲν ἥσσους εἶναι δεῖν αὐτοὺς ἢ ὥστε δύνασθαι
11. περιληφθῆναι τὸ κῶλον, συχνῷ δὲ μείζους ἢ ὡς τὸ
12. ἅπαξ. γένοιτο δ’ ἂν τοῦτο κατὰ μέσον αὐτῶν παυσαμένου
13. τοῦ κατὰ τὸ κῶλον κύκλον, ὥστ’ εἴπερ ἔμελλον ἔσεσθαι ποδιαῖοι
14. τὸ μῆκος ἅπαξ περιληψόμενοι διπλασίους αὐτοὺς γενομένους
15. δεῖ συμπεριλαμβάνειν. ἐὰν οὖν ἐν τῷ μέσῳ παύσονται,
16. τοσοῦτον ἔτι προσθέντες τῶν ἅπαξ, ὅσον ἀπελείφθησαν
17. τοῦ δι’ ἑνὸς καὶ ἡμίσεος αὐτοὺς ἔσεσθαι ποδός.
1. ἀκριβῶς οὖν κατασκεψάμενος τὸ πάχος τοῦ κώλου στοχάσασθαι
2. τηνικαῦτα, τηλικούτους ποιῆσαι τῷ μήκει τοὺς
3. σπλῆνας, ὡς μιᾶς καὶ ἡμισείας γενέσθαι περιβολῆς. εἰ δὲ
4. μὴ θαῤῥῶν σου τῷ στοχασμῷ θατέρῳ ὁκόσῳ τῷ ὑγιεῖ προσπεριβάλλων
5. αὐτοὺς ἀκριβῶς ἂν εὕροις τὸ μῆκος. εὔδηλον
6. δηλονότι συνεχεῖς ἀλλήλοις ἐπιβαλεῖν χρὴ τοὺς σπλῆνας,
7. ὡς μηδεμίαν αὐτῶν μεταξὺ λείπεσθαι κενὴν χώραν· οἴνῳ
8. δὲ αὐτοὺς κελεύει βεβρέχθαι, κατὰ μὲν τὴν χροιὰν μέλανι,
9. κατὰ δὲ τὴν γεῦσιν αὐστηρῷ δηλονότι καὶ κατὰ τὴν σύστασιν,
10. ὁποῖός ἐστι παχύς. ὠφελιμώτατος γὰρ ἁπάντων οἴνων
11. εἰς τὰς τοιαύτας διαθέσεις ὁ μέλας καὶ αὐστηρός· τὸ μὲν
12. κοινὸν ἀγαθὸν ἔχων οὗ χάριν εἰς ἐπιβολὰς ἑλκῶν παραλαμβάνεται,
13. τῶν δ’ ἄλλων οἴνων τῶν στυφόντων ἀδηκτότερος
14. ὢν, ὅπερ οὐ τὸ τυχὸν ἀγαθόν ἐστιν ἐν ταῖς τοιαύταις
15. θεραπείαις, ἐπειδὴ διὰ τὴν ὀδύνην ἐδιδάχθησαν αἱ
16. φλεγμοναὶ γενόμεναι, δι’ ὃ κἂν μὴ λίαν αὐστηρὸς, ἀλλὰ μετρίως
17. ᾖ, τοιοῦτος ἀμείνων ἐστίν. ὀδύνην γὰρ ὁ λίαν αὐστηρὸς
18. φέρει συνάγων καὶ πιλῶν τὴν σάρκα περαιτέρω τοῦ
1. προσήκοντος· ὅθεν οὐδ’ ὁ λεπτομερὴς κατ’ οὐσίαν,
2. οἷοσπερ ἐστὶν ὁ λευκὸς ἢ ξανθὸς ἢ κιῤῥὸς ἐπιτήδειος. ἐνδυόμενος
3. γὰρ εἰς ὅλον τὸ βάθος τῆς ἡλκωμένης σαρκὸς
4. αἴσθησιν ὀδυνηρὰν πλέον φέρει διὰ τὴν γιγνομένην ἐν ἑαυτῇ
5. σφίγξιν τε καὶ πίλησιν. ὁ δὲ παχυμερὴς, ὁποῖος ὁ μέλας,
6. οὐ καταδυόμενος εἰς τὸ βάθος τῆς σαρκὸς, ἀλλὰ μόνῃ
7. τῇ τῆς ποιότητος διαδέσει ψύχων τε καὶ συνάγων αὐτὴν
8. ἀποκρούεται μὲν τοὺς ἤδη περιεχομένους χυμοὺς, ἀναστέλλει
9. δὲ τοὺς ἐπιῤῥέοντας. ὁ μὲν οὖν λόγος οὕτω μαρτυρεῖ
10. τῷ μέλανι καὶ αὐστηρῷ, τῇ πείρᾳ δ’ εἰ βουληθείης
11. βασανίσαι τὴν δύναμιν αὐτοῦ κατὰ τῶν μεγίστων τε καὶ
12. χαλεπωτέρων τραυμάτων χρησάμενος εὑρήσεις ἀληθεύοντά
13. με. λέλεκται δὲ καὶ πρόσθεν ὡς ἀεὶ χρὴ τέγγεσθαι τὸ
14. ἕλκος ὑπ’ αὐτοῦ. ξηρανθέντων γὰρ ἐπ’ ὀλίγον καὶ θερμανθέντων
15. ὑποβεβλημένων ὀθονίων τῷ ἕλκει φλεγμονὴν ἀναγκαῖον
16. ἀκολουθῆσαι, καὶ μάλιστα ἐν θέρει, καθ’ ὃν καιρὸν
17. ἀεὶ παρ’ ἡμῖν ἐν Περγάμῳ τῶν ἀρχιερέων τὰς καλουμένας
18. μονομαχίας ἐπιτελούντων τοὺς κάκιστα τρωθέντας ἐθεράπευσα,
1. πτύγματα μὲν ὀθονίων ἐπιθεὶς τοῖς τραύμασιν οἴνῳ
2. τοιούτῳ βεβρεγμένα, κατ’ αὐτῶν δ’ ἔξωθεν σφόγγους καθεὶς
3. μαλθακοὺς, εἶτα δι’ ὅλης σχεδὸν ἡμέρας τε καὶ νυκτὸς
4. ἐπιβρέχων. προϋποβάλλων δὲ τῷ τετρωμένῳ κώλῳ δέρμα
5. κοιλαῖον ἀτρέμα κατὰ τὴν ποδῶν χώραν, ὡς δι’ αὐτοῦ φέρεσθαι
6. τὸν ἐκ τῆς βροχῆς οἶνον. κενοῦσθαι δὲ καθάπερ
7. δι’ ὀχετῶν δεχομένης αὐτοῦ τὴν ἐκροὴν λεκάνης κενῆς,
8. ὥστ’ ἀναλαμβανόμενον αὖθις τὸν ἀθροιζόμενον οἶνον ἐν
9. αὐτῇ καταντλῆσαι δεύτερον. ἐπὶ γὰρ τοῖς ἄλλοις ἀγαθοῖς
10. οἶς ὁ τοιοῦτος οἶνος ἔχει καὶ τῆς ὀσμῆς ἀμυδρὸν ὑπάρχει
11. μέγιστον αὐτῷ τῶν ἀγαθῶν· τῶν γὰρ ἄλλων ὅσοι τοιαύτην
12. ἔχουσι σφόδρα πληττόντων τὴν κεφαλὴν ὁ μέλας αὐστηρὸς
13. οἶνος οὐδὲ κατὰ τοῦτο βλάπτοι, εἰ συμβέβηκε δ’ αὐτῷ τὸ
14. τῆς ὀδμῆς ἀσθενὲς ἐπὶ τῇ τῆς κράσεως ψυχρότητι. δέδεικται
15. γὰρ ἐν τοῖς περὶ φαρμάκων ὁ αὐστηρὸς οἶνος ἐκ γεώδους
16. οὐσίας ψυχρᾶς συνιστάμενος, ὥστ’ ἐπειδήπερ ὁ τοιοῦτος
17. οἶνος ἐπιμιξίας γεώδους ψυχρᾶς· γέγονεν αὐστηρὸς,
18. ἥκιστα θερμοὺς ἀτμοὺς ἀναπέμπει πρὸς τὸ μετέωρον. εἷπον
1. δὲ κατὰ τὴν ἀρχὴν εὐθέως τῶνδ’ ὑπομνημάτων ὡς διὰ
2. τὸ πολλοὺς τῶν καταμιγνυμένων ὅσα τοιαύτας ἀπορίας ἀπορεῖν,
3. οἵαν ἐπὶ τῶν μονομάχων ἐποιούμην ἐγὼ τὴν ὑγρὰν
4. κηρωτὴν, ἣν περιλαμβάνομεν ἐπὶ τῶν ἁπλῶν καταγμάτων
5. ἀσθενεστέραν μὲν οὖσαν πολὺ τοῦ οἴνου, δυναμένην δ’ αὐτάρκως
6. ὧν χρήζομεν ἀπεργάζεσθαι.