2. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν ἤ
3. τι τῶν ἐναίμων ἤ τι τῶν ἄλλων φαρμάκων ὅ τι ξύντροφός
4. ἐστιν ἐπιτέγξει.
6. Τὸ κῦρος τῆς θεραπείας ἡ ἐπίτεγξις ἔχει κατά γε τὰς
7. πρώτας ἡμέρας, ἡνίκα ἐκθλίβεσθαι χρὴ, τῶν ἡλκωμένων
8. μορίων, ὅσον ἤδη φθάνει κατ’ αὐτὰ περὶ τῆς ὑγρότητος
9. ἠθροῖσθαι, κωλῦσαι δὲ τὸ ἄνωθεν ἐπιῤῥέον. ἀπὸ δὲ τῆς
10. τρίτης ἡμέρας ἡ πισσηρὰ κηρωτὴ χρησιμωτέρα πέττουσα τὰ
11. κατὰ τὸ ἕλκος. ἀλλ’ ὁ Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς ἐπ’
12. αὐτῇ παραλαμβάνει τὴν ἐκ τοῦ οἰκείου δύναμιν οὐκ ἐθέλων
13. ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ
14. διάθεσιν, ὅπως μή τις αὐτοῖς ἀνία γένηται διὰ τὴν στύψιν.
15. οὐκ ἂν ἁπλῶς ἀπὸ ξίφους γεγονὸς θεραπεύει νῦν
16. τραῦμα, συντεθλασμένης δέ πως ἐξ ἀνάγκης ἢ μᾶλλον ἢ
17. ἦττον ὅλης τῆς περὶ τὸ ἕλκος σαρκός. αἱ γὰρ κάταγμα
18. ποιοῦσαι περιστάσεις καὶ τῆς σαρκός τι συνθλῶσιν· εἰκότως
1. οὖν προσεπιβάλλειν τι τοῖς ἕλκεσιν ἔναιμον φάρμακον
2. ἰατικόν τε καὶ παρηγορικὸν τῶν τεθλασμένων, ὃ τοιοῦτον
3. εἶναι βούλεται κατὰ τὴν δύναμιν, ὡς οἰκειοῦσθαι
4. καὶ προσίεσθαι τὴν ἔξωθεν περιβροχήν. ἀκουστέον γὰρ
5. ἐνταῦθα σύντροφον τὸ οἰκεῖον.