8. Καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας
9. πυκνὰ, ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πολλὰ ῥυπαρὰ
10. νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ ἐπικείσθω.
12. Ἐπειδὴ ταῖς τοιαύταις διαθέσεσιν ἡ σφοδρὰ ψύξις
13. ἐνίοτε κίνδυνον ἐπιφέρει σπασμοῦ, ψυχρῷ δ’ οἴνῳ κατά τε
14. τὴν ἕξιν καὶ τὴν δύναμιν χρῆσθαι, διὰ τοῦτ’ εὐλαβηθεὶς
15. ἀπαντῆσαί τι χαλεπὸν ἐν χειμῶνι τῷ τῆς θεραπείας ἔθει
16. μιχθείσης τῆς κατὰ τὴν ὥρην ψύξεως, ἐρίων τε περιθέσει
17. πολλῇ καὶ μίξει βραχέος ἐλαίου καθαιρεῖ τὸ σφοδρὸν τῆς
1. ψύξεως. εἶναι δ’ ἀξιοῖ ῥυπαρὰ τὰ ἔρια διὰ τὸν
2. οἴσυπον ἔχοντά τι καὶ θερμότητος καὶ ψύξεως.