5. Ἰξάλην δ’ αἰγὸς χρὴ ὑποτετάσθαι καὶ εὐαπόῤῥυτα ποιέειν,
6. φυλάσσοντα τοὺς ὑποῤῥόους.
8. Εἴτ’ αἰγὸς δέρμα προσαγορεύεται κυρίως ἰξάλη εἴτε
9. κατ’ ἄλλου τινὸς ὑποφέρεσθαι δύναται τοὔνομα περιττὸν ἐν
10. τῇδε τῇ διδασκαλίᾳ ζητεῖν. οὐ γὰρ ἐξηγήσις λέξεων, ἀλλὰ
11. θεραπεία πρόσκειται παθῶν, εἰς ἣν ἀρκεῖ γιγνώσκειν ὅτι
12. μανὸν, οὐ πυκνὸν ὑποτετάσθαι χρὴ δέρμα, οὐ μόνον
13. ὅσον ἐκ τῆς ἐπιβροχῆς συῤῥεῖ δυνάμενον ἐξοχετεύειν,
14. ἀλλὰ καὶ τοὺς ἀποπλυνομένους ἰχῶρας, ἐσχηματισμένον ἐν
15. τοῖς πρὸς ποδῶν μέρεσιν, ὡς ἔμπροσθεν εἴπομεν.