12. Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων
13. τῶν εἰρημένων τρόπων ἢ τῶν εἰρησομένων, τούτους περὶ
14. πλείονας χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσωσι τὸ κατεηγὸς
15. τοῦ σώματος κατ’ ἰθυωρίην προσέχοντα τὸν νόον
16. καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ κατωτέρω.
1. Ἀκριβῶς κατ’ εὐθυωρίαν ἀξιοῖ χρῆσθαι τὸ σκέλος,
2. ἀλλὰ βραχεῖ τινι τὸ πέρας ὑψηλότερον εἶναι. λέλεκται δέ
3. μοι καὶ πρόσθεν ἤδη περὶ τούτου ὅτι τὸ μὲν κατάῤῥοπον
4. σχῆμα συγχωρεῖ πλέον ἐπιῤῥεῖν τῷ σκέλει, τὸ δ’ ἀνάῤῥοπον
5. ὀδύνην ἐργάζεται· διὰ ταῦτα τοιγαροῦν τὸ μὲν κατάῤῥοπον
6. ἀεὶ φεύγειν προσήκει, τοῦ δ’ ἀναῤῥόπου μεταχειρίζεσθαι
7. τοσοῦτον, ὅσον οὐδέπως τὸ σκέλος δυνήσει.