Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 3.28, ed. Kühn, 1830, vol. 18b, p. 574-575. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:3.28


10. Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ
11. μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην
12. σχήσῃ τὸ κατεηγὸς τοῦ σώματος, μάλιστα δὲ ἐν κνήμῃ
13. ἐνδέχεται μηχανοποιέειν. εἰσὶ μὲν οὖν τινες οἳ ἐπὶ
14. πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδεομένοισι
15. τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην ἢ
16. πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. οὗτοι
17. μὲν οὖν οὖν πάντα κατὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν.
18. οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι
1. τὸν πόδα, οὐδέν τε ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει
2. πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο, οὔτ’ αὖ
3. ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει. στρεφομένου
4. γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ οὐδὲν κωλύσει
5. ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τῷ ποδὶ προσηρτημένα
6. ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. εἰ δὲ μὴ προσεδέδετο,
7. ἧσσον ἂν διεστρέφετο. ἧσσον γὰρ ἂν ἐγκατελείπετο
8. ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος.

10. Ὅτι τὴν διὰ τῶν ὀργάνων τάσιν, ἣν προείρηκεν ἐπὶ
11. μακρῶν τούτων, ὁμαλῶς ἅπαν τὸ κῶλον τείνουσαν, καὶ μηδὲν
12. μόριον ἐπιτρέπουσαν ἧττον ἢ μᾶλλον τετάσθαι καὶ νῦν
13. λέγει, δεδήλωταί μοι καὶ πρόσθεν. ἃ δ’ εἰς τὸ περὶ τῶν
14. προσδεόντων ἄκρον τὸ κῶλον γέγραπται τῷ Ἱπποκράτει,
15. πρόδηλα. παρελθὼν οὖν ταῦτα τὸν περὶ τῶν σφαιρῶν ἤδη
16. προχειριοῦμαι λόγον.

Cliquer un n° de page pour en afficher l’image