Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 3.29, ed. Kühn, 1830, vol. 18b, p. 576-580. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:3.29


2. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος Αἰγυπτίου, τοιαύτας
3. οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν
4. χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν
5. χιτῶνας τοὺς μὲν πρὸς τοῦ τρώματος βαθυτέρους,
6. τοὺς δὲ πρὸς τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ
7. μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ ἡ μὲν ἄνωθεν τῶν
8. σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γόνατος. ἐκ δὲ πλαγίης ἑκατέρωθεν
9. ἔχοι προσηρτημένα ἢ ἁπλοῦ ἱμάντος ἢ διπλόου
10. βραχύτερα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν,
11. τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα
12. ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτὴν, κἄπειτα
13. κραναΐνας ῥάβδους λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν
14. ἐχούσας, πάχος μὲν ὡς δυκτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι
15. ἐναρμόζωσιν ἐς τὰ ἀπαιωρήματα.

17. Ὁ περὶ τῶν ἐπινοηθεισῶν ὑπὸ τῶν σφαιρῶν λόγος
18. ἐμοὶ μὲν οὕτω δοκεῖ σαφὴς ὑπάρχειν, ὡς μηδ’ ἐπιχειρεῖν
19. αὐτὸν ἑτέρως ἑρμηνεύειν. ἐπειδὴ πολλάκις ἔφασάν τινες
1. ἀγνοεῖν τὰ λεγόμενα κατὰ τὸν τρόπον ὑφ’ Ἱπποκράτους,
2. οὐκ οἶδ’ ὅ τι πράξω. τοῖς μὲν γὰρ λέγουσι μὴ νοεῖν αὐτὰς
3. τὰς σφαίρας ἐπιδείξας ἀναγινωσκομένου τοῦ βιβλίου σαφῆ
4. τὸν λόγον ἐποιήσατο, προσαρμόττων ἑκάστην αὐτοῦ λέξιν
5. ἐκείνῳ τῷ μέρει τῆς σφαίρας δεικνυμένῳ, περὶ οὗ τὴν διδασκαλίαν
6. ἐποιεῖτο. κατὰ δὲ τὸ βιβλίον οὐκ ἔνεστι δεικνύναι
7. τὰς σφαίρας, ὥστ’ οὐκ οἶδα τίς ἔσται μηχανὴ τοῦ
8. σαφῆ ποιεῖσθαι τὸν λόγον. εἰ γάρ τις οὐ μανθάνει τῆς
9. Ἱπποκράτους ἑρμηνείας οὔσης σαφοῦς, οὐδὲ τῆς ἐμῆς συνήσει.
10. πολλάκις οὖν αὐτὴν ἀναγνώτω προσέχων τὸν νοῦν
11. ἀκριβῶς, καὶ εἰ μὴ πρόσθεν, ἀλλ’ οὕτω γε πράττων οἶδ’
12. ὅτι νοήσει πάντως. ἐγὼ δ’ οὖν καὶ αὐτῆς ὅσον οἷόν τε
13. ἔτι συντελέσαι πρὸς τὴν νόησιν οὐκ ἐκλείψω. σφαίρας
14. τοίνυν οὐ τοιαύτας ἐχρῆν νοεῖν οἵας οἱ παῖδες παίζουσιν·
15. αὗται μὲν γὰρ σφαιροειδεῖς εἰσιν ὄντως. ἃς δ’ Ἱπποκράτης
16. ἀξιοῖ κατασκευασθῆναι, παραπλησίαι ταῖς πέδαις
17. ὑπάρχουσιν, ὡς αὐτὸς ἐδήλωσεν. ἔνι δὲ συννοεῖν τὸ
18. παράδειγμα· παραπλησίας αὐτὰς νόει τοῖς ὄφεσιν ἢ τοῖς
1. ἀλλᾶσιν. ὥσπερ οὖν οἱ μάγειροι τὴν ἔνδον εὐρυχωρίαν
2. τῶν ἐντέρων πληροῦντες ἢ σεμιδάλεως, κρεῶν συγκεκομμένων
3. ἤ τινος ἑτέρου τοιούτου ἀλλᾶντας ἐργάζονται,
4. τὸν αὐτὸν τρόπον καὶ σὺ ποιήσας σκύτος ῥάπτων ὅμοιον
5. ἐντέρῳ κενῷ πλήρωσον αὐτὸ μαλακῆς οὐσίας. ἀξιοῖ δὲ τὸ
6. σκύτος Αἰγύπτιον εἶναι, τουτέστιν εὔτονόν τε καὶ μαλθακὸν,
7. ὥστε κἂν ἐν Ἰταλίᾳ καὶ ἐν Θράκῃ κἂν ἑτέρωθί που
8. τῆς οἰκουμένης εὐπορῇς τοιούτου σκύτους, οὐ ζήτει τὸ
9. Αἰγύπτιον. ἔστω δὲ τὸ μῆκος τηλικοῦτον τὸ εἰσραμμένον
10. σκύτος, ὡς περιβάλλεσθαι κυκλοτερῶς τοῖς σφυροῖς ὁμοίως
11. ταῖς πέδαις. ἕτερον δὲ ὑποκάτω τοῦ γόνατος οὐχ ὁμοίως
12. περιβεβλήσθω· δυοῖν γάρ ἐστι τούτων χρεία καθ’ ἕκαστον
13. τῶν θεραπευομένων κῶλον, διὸ καὶ παρεσκευάσθαι σοι χρὴ
14. πλείονα ζεύγη διαφέροντα τοῖς μεγέθεσιν, ὡς τὸ μὲν μείζονι
15. περιβάλλεσθαι, τὸ δ’ ἐλάττονι. εἰ δέ τι σύμμετρον ἑκάστῳ,
16. προσήκει γὰρ τοὺς χιτῶνας τούτους, ἃς σφαίρας ὠνόμασεν,
17. ἀκριβῶς εἶναι κυκλοτερεῖς, οὐδ’ ἴσας ὁμαλῶς κατά γε πλάτος
18. καὶ ὕψος, ἀλλὰ καθ’ ὃ μὲν ἐπιβάλλονται τῷ χρωτὶ,
19. πλατύνεσθαί πως ἀτρέμα, τὸ δ’ εἰς ὕψος αὐτῶν ἀνατετραμμένον
1. εἶναι ἄμεινον περιφερές· οὐδὲ τοῦτο ἀκριβῶς
2. τοιοῦτον, ἀλλ’ ἐκ μὲν τῶν ἔνδον πρὸς ἄλλο ὕψος ἀνατεταμένον,
3. αὖθις δ’ ἀπὸ τούτων κυκλοτερὴς αὐτῶν ἡ κατάβασις
4. ἄχρι τοῦ χρωτὸς γιγνέσθω διὰ τῶν ἔζω μερῶν, ὅπερ
5. ἐν μὲν τῇ κάτω σφαίρᾳ τὸ ταπεινὸν αὐτῶν ἐστι πλησιάζον
6. τῷ ποδὶ, κατὰ δὲ τὴν ἄνω τὸ ὑψηλὸν ὃ τῷ γόνατι γειτνιᾷ.
7. τοιούτων δ’ οὐσῶν τῶν σφαιρῶν, ὡς εἴρηται, καὶ περιτεθειμένων
8. ἐξαρτημάτων τινῶν, καθάπερ ὅταν βούληται καθ’
9. ἑκατέραν εἶναι διττὰ τὰ μὲν ἐν τῇ κάτω σφαίρᾳ τὸ κοῖλον
10. σαυτῷ μέρος ἄνω βλέπον ἔχοντα ὡς πρὸς γόνυ, τὰ δὲ ἐν
11. τῇ ἄνω κατὰ τοὐναντίον εἰς τὸ κάτω μέρος ἐστραμμένην
12. ἔχοντα τὴν κοιλότητα. ἐπεῤῥάφθω δὲ ἑκάτερα τῶν σφαιρῶν
13. αὐτὰ ταῦτα κατὰ τὸ πλάγιον μέρη, τουτέστι τοῦ ῥηθέντος
14. ὑψηλοτάτου μέρους ἓν ἔνθεν, τὸ δὲ ἔνθεν. ἐνθεῖναι
15. γὰρ βούλεται τούτοις τὰ πέρατα ῥάβδων τεττάρων ἐν αὐτῷ
16. τῷ χρόνῳ εὐθέως ἀτρέμα κάμπτων αὐτὰ χάριν τοῦ μετὰ τὴν
17. ἔνθεσιν εἰς τὴν κατὰ φύσιν εὐθύτητα πάλιν ἐπανερχομένων
18. ὠθεῖσθαι τῶν σφαιρῶν, τὴν μὲν ταπεινὴν εἰς τὸ κάτω μέρος
19. τοῦ κώλου, τὴν δὲ ὑψηλὴν ἄνω. γενομένου γὰρ τούτου
1. συμβήσεται τὰ μέρη τοῦ κατάγματος ἅμα μὲν ἀκριβῆ
2. φυλάττειν τὴν διάπλασιν, εἶτα δὲ ἀντιτείνεσθαι τὸ μὲν ἄνω,
3. τὸ δὲ κάτω. κρανέας δὲ κελεύει τὰς ῥάβδους εἶναι διὰ τὴν
4. εὐτονίαν τοῦ ξύλου· πρόδηλον γὰρ ὡς εἰς τὴν προκειμένην
5. χρείαν ἄμεινόν ἐστι τοιοῦτον εἶναι ξύλον. ὅτι δὲ τὸ μηχανικὸν
6. καλούμενον γλωσσόκομον ἄριστον εἰς τὰς τοιαύτας
7. ἀντιτάσεις ἐστὶν ἔμπροσθεν εἴρηταί μοι κατὰ τὸ πρῶτον
8. ὑπόμνημα, καθ’ ὃ καὶ περὶ τῆς κατασκευῆς αὐτοῦ διῆλθον.

Cliquer un n° de page pour en afficher l’image