Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 3.3, ed. Kühn, 1830, vol. 18b, p. 535-539. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:3.3


2. Οἱ μὲν μήτε μέγα ἀγαθὸν μήτε μέγα κακὸν ποιέοντες ἰητρεύουσι
3. τὰ μὲν ἕλκεα καθαρτικῷ τινι ἢ πισσηρὴν ἐπιθέντες
4. ἢ ἔναιμον ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν. ἐπαινέω
5. δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ὁκόσοι
6. ἐπιδέουσιν ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ
7. γένηται καὶ ἤδη ξυμφύηται, τότε τοῖς ὀθονίοισι
8. συχνοῖσι πειρῶνται ἐπιδεῖν καὶ νάρθηξι κατορθοῦν. αὕτη
9. μὲν ἡ ἴησις ἀγαθόν τι ποιεῖ, κακὸν δ’ οὐ μέγα. τὰ μέντοι
10. ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν
11. χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ σώματα τοῦ καιροῦ
12. ταύτῃ γίνεται.

14. Τῶν μεθ’ ἑλκώσεως καταγμάτων διττὴν ἔφην αὐτῷ
15. γεγονέναι τῆς θεραπείας διδασκαλίαν. ἄρχεται δὲ νῦν ἀπὸ
16. τῆς πρώτης ὧν εἴπομεν ἐλέγχων πρότερον, ὅσοι καλῶς μεταχειρίζονται
17. τὸν τρόπον τῆς ἑλκώσεως ἐκείνης, ἐν ᾗ μετὰ
1. τοῦ διαπεπλάσθαι προσηκόντως τὸ κάταγμα καὶ ἕλκος ἐστὶ,
2. μηδεμιᾶς ὑποψίας οὔσης ἀποστήσεσθαί τινα παρασχίδα.
3. τοὺς οὖν οὕτω διακειμένους, φησὶν, ἔνιοι τῶν ἰατρῶν
4. θεραπεύουσιν, ἐξ ἀρχῆς μὲν ὡς εἰ καὶ μόνον ἕλκος
5. ἐσχήκασιν. ἐπειδὰν δὲ μετρίως ἔχῃ τοῦτο, τηνικαῦτα καταγματικῶς
6. ἐπιδοῦντες. τὸ μὲν οὖν κεφάλαιον τῆς προκειμένης
7. ῥήσεως τοῦτ’ ἐστί· μακροτέρα δ’ ἐγένετο τῆς θεραπείας
8. ἡ διήγησις ᾗ χρῶνταί τινες ἅπαντα γράψαντες τὰ
9. κατὰ μέρος. ἐγὼ μὲν εἶπον οὕτως αὐτοὺς θεραπεύειν
10. ὡς εἰ καὶ μόνον ἕλκος ἐγεγόνει χωρὶς κατάγματος, ὁ
11. δὲ καὶ δι’ ὧν θεραπεύουσιν ἔγραψε μνημονεύσας πισσηρᾶς
12. μὲν κηρωτῆς, ἐναίμου τε καὶ καθαρτικοῦ φαρμάκου καὶ
13. σπληνῶν οἰνηρῶν. τὸ μὲν οὖν ἔναιμον φάρμακον εὔλογον ὃ
14. λέγει· καὶ γὰρ νῦν ἔτι συνηθέστατόν ἐστι τοὔνομα τοῖς ἰατροῖς
15. ἐπ’ ἐκείνων λεγόμενον τῶν φαρμάκων ὅσα τοῖς τραύμασιν
16. ἐπιτιθέασιν εὐθὺς ἐξ ἀρχῆς ἅμα τῷ γενέσθαι, μηδέπω
17. ξηρῶν ἀκριβῶς ὄντων αὐτῶν, ἀλλ’ αἱμασσομένων ἔτι,
1. τουτέστι δροσοειδῶς ἐκπίπτοντος αἵματος ἔκ τε τοῦ τετρωμένου
2. δέρματος ἢ καὶ τῆς σαρκός. τὸ δὲ καθαρτικὸν φάρμακόν
3. ἐστιν ὃ σὺν τῷ ξηραίνειν μετρίως ὅπερ ἐδείχθη τὸ
4. κεφάλαιον τῆς τῶν ἑλκῶν ἰάσεως, ἔτι καὶ ῥυπτικῆς τινος
5. ἔχεται δυνάμεως καθαρὰ ποιεῖν ἕλκη. τοιαῦτα δέ εἰσι φάρμακα
6. τὰ διὰ λεπίδος καὶ ἰοῦ σκευαζόμενα διττῶς συντιθέμενα,
7. τινῶν μὲν ἑψόντων τὸν ἰὸν, τινῶν δὲ ὠμὸν μιγνύντων.
8. καὶ καλεῖται τὰ μὲν ὠμὸν ἔχοντα τὸν ἰὸν χλωρὰ, τὰ
9. δὲ ἑφθὸν πυῤῥά· καὶ γὰρ καὶ φαίνεται τοιαῦτα τὴν ἰδέαν
10. ἑκάτερα. ταυτὶ μὲν οὖν τὰ φάρμακα καθαρτικὴν ἔχει ἑλκῶν
11. δύναμιν, ἐπειδὴ μετρίως πέφυκε ῥύπτειν. τοιαῦτα δ’
12. ἐδιδάξαμεν ὄντα καθαίροντα ῥύπον ἑλκῶν, τὰ δὲ χωρὶς τοῦ
13. ῥύπτειν ἔναιμα. ποικίλλεται δὲ ἐν ταῖς κατὰ μέρος ὕλαις,
14. ὥσπερ καὶ τὰ πρότερα καθάπερ ἐκείνων παραδείγματα ἰὸν
15. εἶπον καὶ λεπίδα, δυνατὸν ὂν εἰπεῖν μοι καὶ ἄλλα τοιαῦτα
16. κατὰ τὸν αὐτὸν τρόπον. καὶ νῦν ἀρκέσει φάναι χωρὶς τοῦ
17. καθαίρειν ἔναιμα καλεῖσθαι φάρμακα τὰ δι’ ἀσφάλτου
1. σκευαζόμενα· παραδείγματος γὰρ ἕνεκεν τῶν τοιαύτων μνημονεύσω
2. πάσης αὐτῶν τῆς ὕλης ἐν τοῖς περὶ φαρμάκων
3. εἰρημένης. περὶ δὲ τῆς πισσηρᾶς κηρωτῆς ὡμολόγηται σχεδὸν
4. ἅπασιν ὡς ἀνώδυνόν τέ ἐστι καὶ πυοποιὸν, ἁρμόττον
5. ἐπειδὰν φθάσῃ φλεγμαίνειν ἤδη τὸ ἕλκος. ἄλλως γὰρ οὐκ
6. ἄν τις αὐτῷ χρήσαιτο μήτε καθαίρειν ῥύπον δυναμένῳ
7. μήτε κολλᾷν ἢ ἐπουλοῦν ἕλκος. οἱ δὲ οἰνηροὶ σπλῆνες ἀποκρουστικῆς
8. μέν εἰσι δυνάμεως διὰ τὸν οἶνον, ἀντὶ κρατήματος
9. δὲ παραλαμβάνονται πρὸς τῶν οὕτω θεραπευόντων, βουλομένων
10. ὑποδεσμοῖσι χρῆσθαι διὰ τὸ ἕλκος. ὅσα μὲν οὖν
11. ἐπίστασθαι προσήκει τὸν ὀρθῶς ἕλκος ἰασάμενον εἴρηται
12. μὲν κἀν τῷ γ΄ καὶ δ΄ γράμματι τῆς θεραπευτικῆς μεθόδου
13. κατὰ τὴν προσήκουσαν ἑκάστου τάξιν, εἴρηται δὲ ὅσον ἥρμοττε
14. καὶ κατὰ τὴν ἐξήγησιν τοῦ περὶ ἑλκῶν συγγράμματος.
15. εἰς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα.
16. δεήσει γὰρ ἡμᾶς καὶ αὖθις εἰπεῖν περὶ θεραπείας τῶν προκειμένων
17. παθῶν, ὅταν αὐτὸς ὁ Ἱπποκράτης αὐτὰ θεραπεύῃ.
1. νῦν γὰρ ἑτέρων ἰατρῶν μέμνηται καί φησιν αὐτοὺς οὐδὲν
2. ἀξιόλογον ἁμαρτάνειν, ὥσπερ ἐκείνους ὧν μνημονεύει. τί
3. τοίνυν ἐστὶν ὃ ἁμαρτάνουσιν; ἅμα γὰρ τούτῳ γνωσθέντι
4. μαθησόμεθα τὸ καλῶς εἰρημένον παρ’ αὐτῷ, μήτε
5. μέγα τι ποιεῖν ἀγαθὸν αὐτοὺς μήτε κακὸν, ὅτι τῆς μὲν
6. ἑλκώσεως οὐ κακῶς προνοοῦνται, τοῦ κατάγματος δ’ ἀμελοῦσι
7. τό γε κατ’ ἀρχὰς, ὕστερον μὲν τὴν οἰκείαν ἐπίδεσιν
8. αὐτῷ προσφέροντες, ἣν ἔφην ἀπ’ ἀρχῆς προῆχθαι. διὰ
9. τοῦτ’ οὖν, φησὶν, ὀγκηρότερα γίνεται τὰ ὀστᾶ· βέλτιον οὖν
10. αὐτὰ προστέλλεσθαί τε καὶ πιλεῖσθαι διὰ παντὸς τοῦ χρόνου.
11. παραλείπουσι δὲ κατὰ τὰς πρώτας ἡμέρας οὐκ ὀλίγας
12. τὸν ἀριθμὸν οὔσας, εἴγε φησὶν, ὅταν ἤδη τὰ ἕλκη συμφύεσθαι
13. μέλλῃ, τηνικαῦτα τοὺς οὕτω θεραπεύοντας ἰατροὺς
14. ἄρχεσθαι τῆς καταγματικῆς ἐπιδέσεως, ἐπίδηλον ὅτι διαπυήσεσθαι
15. χρὴ πρότερον αὐτὰ καὶ καθαρθῆναι πρὶν μέλλειν
16. συμφύεσθαι, τοῦτο δ’ οὐ κατὰ γ΄ ἢ δ΄ ἡμέρας ἀριθμόν
17. ἐστι.

Cliquer un n° de page pour en afficher l’image