11. Ἐπιμελεόμενος ὅκως τὰ ἄκρα τῶν ῥάβδων μὴ ἐς τὸν χρῶτα,
12. ἀλλ’ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσῃ. εἶναι δὲ χρὴ
13. ζεύγεα τρία τῶν ῥάβδων καὶ πλέω καί τινι μακροτέρας
14. τὰς ἑτέρας τῶν ἑτέρων καί τινι καὶ βραχυτέρας καὶ μικροτέρας,
15. ὡς καὶ μᾶλλον διατείνειν ἢν βούληται. ἔστωσαν
16. δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν.
18. Τὸ μὲν ἐγκέλσαι τὸ οἷον ἐνερεῖσαι, δῆλον. βούλεται
19. γὰρ τὰς ῥάβδους, ὅσαι μεταξὺ τῶν σφαιρῶν τιθέμεναι
1. τὴν μὲν ἑτέραν ἄνω, τὴν δὲ ἑτέραν ὠθοῦσι κάτω, μὴ ψαύειν
2. τοῦ χρωτὸς, ἀλλ’ ὑψηλὰς ἀπ’ αὐτοῦ τοῖς ἐναιωρήμασι τῶν
3. σφαιρῶν ἐνστηρίζεσθαι. κραναΐνας δὲ ἐκέλευσεν αὐτὰς εἶναι
4. διὰ τὴν εὐτονίαν, ἵνα δηλονότι κατὰ τὴν ἔνθεσιν βιαίως
5. καμφθεῖσαι, μετὰ ταῦτα πάλιν ἑαυτὰς ἐπανάγωσιν εἰς τὴν
6. ἀρχαίαν εὐθύτητα· οὐκ ἄδηλον δὲ οὐδ’ ὅτι τοσοῦτον ἄνω
7. καὶ κάτω τὰς σφαίρας ἀπώσουσιν, ὅσον ἂν εἰς μῆκος ἀπίωσιν
8. ἐκτεινόμεναι.