15. Τοῦτο δὲ οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα
16. καὶ τὰ ξὺν ἕλκεσιν καὶ τὰ ἄνευ ἑλκέων τὰς πρώτας
17. τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισιν ῥυπαροῖσιν καὶ οὐδέν
1. τι ἄτεχνον δοκοίη τοῦτο εἶναι. ὅσοι μὲν οὖν ἀναγκάζονται
2. ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων μὴ ἔχοντες
3. ὀθόνια εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγγνώμη.
4. οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ
5. βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα. εἶναι δὲ χρὴ
6. πάμπολλα καὶ πάνυ καλῶς εἰργασμένα καὶ μὴ τραχέα.
7. τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις, ὅσοι
8. δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιέουσι. τρίτη
9. δὲ καὶ τετάρτη ὀθονίοισιν ἐπιδέοντες πιεζέουσι καὶ κατατείνουσι,
10. τότε μάλιστα οὗτοι πουλύ τι ἰητρικῆς καὶ
11. κάρτα ἐπίκαιρον ἀσυνετέουσιν. ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ
12. καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν κεφαλαίῳ
13. δὲ εἰρῆσθαι καὶ μηλώσιας δὲ πάσας φυλάττεσθαι
14. χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν καὶ ὁκόσοισιν ἄλλοισι
15. τρώμασιν ἐρέθισται. τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ ἡ τετάρτη
16. ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει
17. τὰς παλιγκοτήσιας καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην
18. ὁρμᾷ καὶ ὅσα ἂν ἐς πυρετοὺς ἵει καὶ μάλα πολλοῦ ἄξιον
1. τοῦτο μάθημα, εἴπερ τι καὶ ἄλλο. τινὶ γὰρ οὐκ ἐπικοινωνέει
2. τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ οὐ κατὰ τὰ ἕλκεα
3. μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ νουσήματα.
5. Μοχθηρὸν ἔθος ἰατρῶν ἐπανορθώσασθαι βούλεται, νομιζόντων
6. ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς
7. κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον ἡμέραις δύο καὶ
8. τρισὶ, τόθ’ ἥκειν ἐπὶ τὴν κατάτασιν ὕστερον ἡμέρᾳ τρίτῃ
9. καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν. ὁ δ’ Ἱπποκράτης αὐτῷ τὸ
10. ἐναντιώτατον ἐνδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατατείνειν
11. τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ παρηγορεῖν.
12. ἐὰν οὖν προσέχῃς τὸν νοῦν τοῖς κατὰ μέρος εἰς τοῦτο γεγραμμένοις
13. ὑπ’ αὐτοῦ, σαφῆ ταῦτ’ ἔσται· καὶ γὰρ ἑρμηνεύεται
14. σαφῶς.