17. Εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι, ἔχει γάρ
18. τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν.
1. Ἐπιείκειάν φησιν ἔχειν τὸν λόγον ἐν ἴσῳ πιθανότητα.
2. τοῦτο δὲ εἶπεν, ἐπειδή τινες τῶν λόγων ἄντικρύς εἰσιν
3. ἀπίθανοι. τίς οὖν ἡ πιθανότης τοῦ λόγου καθ’ ὃν εἴποι
4. τις ἂν εἶναι καὶ τὰ ἄλλα νοσήματα ἕλκη; τὰ μὲν ἐπώδυνα
5. καὶ πάνυ πιθανὸν ἐν τῷ τῶν ἑλκῶν τίθεσθαι γένει. δέδεικται
6. γὰρ ἡμῖν ὀδύνη γινομένη διά τε τὴν τῆς συνεχείας
7. λύσιν ἐν τῷ τέμνεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι,
8. προσέτι κατὰ δυσκρασίαν. ὅτι μὲν οὖν ἡ τῆς συνεχείας
9. λύσις ἕλκος ἐστὶ, παντί που δῆλον. ὅτι δὲ καὶ ἡ κατὰ δυσκρασίαν
10. ἀθρόα μεταβολὴ λύσιν τινὰ ποιεῖται συνεχείας ἐν
11. τοῖς περὶ φαρμάκων ἐπιδέδεικται. τὸ μὲν γὰρ θερμὸν ὅτι
12. διεξέρχεται καὶ οἷον διαβιβρώσκει τὸ συνεχὲς δῆλον. ὅτι
13. δὲ τὸ σφοδρῶς στῦφον ὅταν ἀθρόως συνάγῃ τὸ διακεχυμένον,
14. ἐργάζεταί τινα τῆς συνεχείας αὐτῆς λύσιν ἐν ἐκείνῃ
15. μοι δέδεικται τῇ πραγματείᾳ· ὥστε κατὰ τοῦτο μὲν οὐ
16. μόνον ἂν εἴη πιθανὸς ὁ λόγος, ἀλλὰ καὶ ἀληθὴς, ἅπασαν
17. ὀδύνην ἐν τῷ τῶν ἑλκῶν γένει τιθέμενος. ὅτι δὲ καὶ πάντα
1. τὰ νοσήματα δύναιτ’ ἄν τις ἕλκη λέγειν, οὐκ ἔτ’ ἂν ὁμοίως
2. πρόσθεν ἀληθὲς, οὐ μὴν ἀπήλλακται πιθανότητος. ἐπειδὴ
3. γὰρ τὰ πλεῖστα νοσήματα μετ’ ὀδύνης συνίσταται, μετάβασις
4. ἀπ’ αὐτῶν ἐπὶ πάντα γενήσεται τῷ λόγῳ πειρωμένου
5. τινὸς ἐν ὅλῳ τῷ σώματι πάντως ἤτοι δυσκρασίαν τινὰ ἢ
6. θλίψιν ἢ τάσιν ἢ σαφῆ γίγνεσθαι συνεχείας διαίρεσιν, εἶτα
7. προσαναγκάζοντος ἅπασαν ἐργάζεταί τινα λύσιν τῆς συνεχείας·
8. καὶ εἰ μὴ πρὸς αἴσθησιν ἐναργῶς, ἀλλὰ πρός γε
9. τὴν ἀλήθειαν αὐτὴν λόγῳ θεωρητῶς. ἐν δὲ τοῖς γιγνομένοις
10. τε καὶ θλωμένοις καὶ θλιβομένοις ἔτι δὴ καὶ μᾶλλον.
11. ἐγγὺς γὰρ ἥκει ταῦτα τοῦ διασπασθῆναι. τοῦτο δ’ ἐστὶ
12. τὸ πάθημα συνεχείας λύσις.