9. Ὁκόσοι μέντοι δικαιέουσιν εἰρίοισιν χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ
10. ἡμέρας παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν
11. καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως
12. φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθεν
13. καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας
14. τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ
15. μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος. κεῖνος
16. μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀποδείκνυσι καὶ
17. παρασκευάζει νάρθηξιν τελέως ἐπιδεῖν, οὗτος δὲ ὁ τρόπος
18. πολὺ ὑστεροῖ.
1. Τοὺς περὶ τρίτην ἢ τετάρτην ἡμέραν ἀρχομένους
2. τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ
3. μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπ’ αὐτὴν
4. ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρτάνειν
5. αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσάγοντας
6. τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην ἢ τετάρτην
7. τοῦτο πράττοντες, ἢν ὃ καὶ μάλιστα φλεγμαίνῃ, δεῖται παρηγορίας,
8. οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.