11. Βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸς ἂν εἴη πάντα
12. γράφειν.
14. Τὸ μῆκος τοῦ χρόνου μεμψάμενος ἐπὶ τῶν μετὰ
15. τὴν ἑβδόμην ἡμέραν ἀρχομένων τῆς καταγματικῆς ἀγωγῆς,
16. ἔτι πρὸς τούτῳ φησὶ καὶ ἄλλας εἶναι βλάβας ἃς παραλείπει,
17. ὅπως μὴ μακρολογοίη. προσθεῖναι δὲ ἡμᾶς ἄμεινον αὐτὰς
18. ἐξ αὐτῶν ὧν ἔμπροσθεν ἐδείξαμεν ὡρμωμένους· μετρίου
1. μὲν ὄντος τοῦ κατάγματος ὀκνηρότερα γίνεται τὰ μόρια διὰ
2. τὴν τοιαύτην ἐπίδεσιν, ὡς καὶ πρόσθεν ἐδιδάξαμεν. εἰ δὲ
3. καὶ σφοδρότερόν τε καὶ κακοηθέστερόν ποτε τὸ κῶλον συντριβείη,
4. κίνδυνός ἐστι τηνικαῦτα καὶ αὐτῶν τι τῶν ὀστῶν
5. σφακελέσαι τῆς καταγματικῆς ἀγωγῆς ἀναβλησθείσης εἰς
6. τὸν μετὰ τὴν ἑβδόμην ἡμέραν καιρόν. ἀπ’ ἀρχῆς γὰρ ταύτην
7. βούλεται παραλαμβάνεσθαι, διότι τῶν πεπονθότων μορίων
8. ἑκατέρως τὴν περιουσίαν ἐκθλίβει τοῦ αἵματος, ἐξ ἧς
9. χρονιζούσης αὐτόθι σήπεσθαι καὶ τοῖς ὀστοῖς ἐνίοτε συμβαίνει
10. διαβεβρωμένους ἐπὶ πλέον ὑπὸ τῶν μοχθηρῶν ἰχώρων.