13. Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται
14. ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι ἥδε ἡ κατάστασις.
16. Καταστῆσαι συνήθως λέγουσιν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες
17. ἀντὶ τοῦ πρὸς τὴν οἰκείαν χώραν ἀγαγεῖν. ἀπὸ τούτου
18. δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης πεποιηκέναι καὶ νῦν
1. τὸ τῆς καταστάσεως ὄνομα μετὰ τοῦ σ δηλονότι γραφομένης
2. τῆς συλλαβῆς ταύτης, ὡς ταὐτὸν σημαίνειν δι’ αὐτοῦ τῇ
3. καθιδρύσει, ἥτις ἐνδείκνυται τὸ κατὰ χώραν ἱδρύσαι τι.
4. κακῶς οὖν ἔνιοι γράφουσι κατάτασις ἄνευ τοῦ σ. οὐ γὰρ
5. διὰ τῆς κατατάσεως, ἀλλὰ καὶ διὰ τῆς μοχλείας ἱδρύει εἰς
6. τὴν οἰκείαν χώραν τὰ γυμνωθέντα τῶν ὀστῶν.