9. Σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον, ὅνπερ
10. οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι
11. πλατύτερον, τὸ δέ τι στενότερον. εἶναι δὲ χρὴ καὶ τρία
12. καὶ ἔτι πλείω, ὡς τοῖς μάλιστα ἁρμόζουσίν τις χρήσαιτο,
13. ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα.
14. πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου ἐρείδοντα,
15. πρὸς δὲ τὸ ἀνώτερον τῷ ἀνωτέρῳ τοῦ σιδηρίου, ἁπλῷ δὲ
16. λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς. ἔστω
17. δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται.
1. αὕτη μεγάλη τιμωρίη ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ καὶ
2. μοχλεύηταί τις ὡς χρή.
4. Πρόδηλον ὅτι κατὰ τὸ σχῆμα παραπλήσια κατασκευάζει
5. σιδήρια τοῖς τῶν λατύπων, οὐ κατὰ τὸ μέγεθος· οἷς
6. γὰρ ἐπὶ τῶν ὀστῶν χρώμεθα σιδηρίοις εἰς τὸ μοχλεύοντες
7. αὐτὰ κατατάξαι τηλικαῦτά ἐστι τὸ μέγεθος, ἡλίκα καὶ πρὸς
8. τὴν τῶν ὀδόντων μοχλείαν ὑφ’ ὑμῶν παρεσκεύασται. πλείω
9. δὲ εἶναι χρὴ τὰ περὶ τῶν ὀστῶν μοχλείαν παρεσκευασμένα
10. διαφέροντα ἀλλήλων μεγέθει τε καὶ λεπτότητι καὶ μικρότητι
11. τῇ κατὰ τὸ πέρας αὐτῶν, ἔνθα μάλιστα τὸ ἔργον αὐτῶν
12. ἐστιν. ὅπως δὲ προσήκει χρῆσθαι τοῖσδε τοῖς σιδηρίοις αὐτὸς
13. ὁ Ἱπποκράτης διδάξει σαφῶς. εἰ δέ τις οὐ παρακολουθεῖ
14. τῇ λέξει τἀνδρὸς, οὐκ ἐξηγήσεως οὐδ’ ἑρμηνείας ἑτέρας,
15. ἀλλ’ αὐτοψίας δεῖται. τινὰ γάρ ἐστι πράγματα τοιαῦτα
16. τὴν φύσιν, ὥστε μὴ δύνασθαι πιστεῦσαι ἢ νοῆσαι
17. ἄνευ τοῦ θεάσασθαί τινα αὐτῶν.