2. Ὁκόσα γὰρ ἀνθρώποις ἅρμενα μεμηχάνηται πάντων ἰσχυρότατά
3. ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ καὶ μόχλευσις
4. καὶ σφήνωσις. ἄνευ δὲ τούτων ἢ ἑνὸς δή τινος ἢ
5. πάντων οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι
6. ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις, εἰ
7. γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα ἢ οὐκ ἄλλως. ἢν δὲ ἄρα
8. τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ
9. ἐνέδραν τῷ μοχλῷ, ἀλλὰ παροξὺ ὃ παραφέρει παραγλύψαντα
10. χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι.
11. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα ἢ δευτεραῖα,
12. τριταῖα δὲ μὴ, τεταρταῖα δὲ ὡς ἥκιστα καὶ πεμπταῖα·
13. καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσιν
14. τῇσι ἡμέρῃσι φλεγμονὴν ἂν ποιήσειε καὶ ἐκβάλλοντι
15. οὐδὲν ἧσσον.
17. Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει. τούτων
18. οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶναι,
1. ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει
2. δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρεσιν
3. τῶν ξύλων.