6. Σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν ἢ
7. ἀπορήσαντι ἐμβαλεῖν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ
8. εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ
9. σωτηρίης. λυσιτελέει δὲ ὀπίσω ἐμβάλλειν τὸ ὀστέον, εἰ
10. οἷόν τε εἴη ἀόχλως.
12. Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας διαθέσεις
13. ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ
14. καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν
15. ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ
16. ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι
17. τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν
18. τῶν κατὰ μέρος διδάσκει.