17. Τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως
18. ἥκιστα σεσηρὸς καὶ ἐκπεπληγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν.
1. Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι,
2. τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσαγορεύσας,
3. τὸ δ’ ἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων
4. σκελῶν. ἡ γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ
5. καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπ’ ἀλλήλων χωρὶς
6. τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγνεται
7. τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμβεβλημένων
8. ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κελεύει
9. κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ
10. ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν
11. θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ
12. καὶ θλίβοιτ’ ἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτ’ ἂν
13. μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ
14. σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπ’ αὐτοῦ πάντα καὶ μηδὲν
15. ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν
16. οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέπην
17. αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλεπῶς
18. δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με
19. θεάσασθαι μήτ’ ἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλ’ ἐπάγοντα
1. τὸ ἀποσυρμὸν αὐτοῖς, ἔξωθέν τε καὶ κατ’ αὐτοῦ τιθέντα
2. τὰ μὲν ἃ πολλάκις ἐθεάσασθε τὰ οὕτως ἀποσυῤῥέοντα
3. δέρματα, καὶ τό γε θαυμασιώτερόν ἐστιν ὅτε μελανθέντος
4. κατὰ τὴν πληγὴν εὐθέως. ἔτι δὲ δήπου τοῦτο θαυμασιώτερον,
5. ὅτι μὴ νεανίσκοις μόνοις, ἀλλὰ καὶ γέρουσιν οὐκ
6. ὀλίγοις πολλὰ τῶν οὕτως ἀποσυῤῥέντων δερμάτων ἐν τῷ παραυτίκα
7. μελανθέντων προσάγοντες ἐκολλήσαμεν. εἰ δὲ γυμνὴν
8. ἐάσαις τὴν ἀποδεδαρμένην σάρκα καὶ δυσχερὴς οὖν ἡ
9. οὔλωσις αὐτῆς γίνεται μετὰ τοῦ καὶ δάκνεσθαι πάντως καὶ
10. ῥυπαίνεσθαι. τὰ γὰρ ἀφλέγμαντα καὶ παρηγορικὰ φάρμακα,
11. καθάπερ ἐστὶ τό τε πάρυγρον ὀνομαζόμενα ἥ τε τετραφάρμακος
12. δύναμις, ἀφλέγμαντον μὲν φυλάττει τὸ πεπονθὸς μέρος,
13. ῥυπαρὸν δὲ ἐργάζεται τὸ ἕλκος. τὰ δ’ αὖ καθαίροντα
14. τὸ ἕλκος, ἅτε ῥυπτικὴν ἔχοντα δύναμιν, αἴσθησιν αὐτοῦ
15. φέρει δακνώδη. τό γε μὴν ὑπὸ τοῦ δέρματος ἐσκεπάσθαι
16. τὸ ἀπόσυρμα τούτων οὐδὲν πάσχει. τούτῳ δ’ ὅμοιόν ἐστι
17. καὶ τὸ κατὰ τὰς φλυκταίνας γιγνομένας ὑπὸ πολλῶν προφάσεων,
18. εἰς ὄγκον δὲ αἰρομένας, ἐνίοτε δὲ μεγάλην ὀδύνην
19. ἐπιφέρειν, ἴστε δή μοι κἀκείνας ὡσαύτως. θεραπεύοντι
1. γὰρ αὐτῷ ὀξείᾳ βελόνῃ τὴν φλύκταιναν εἰς ἀπόῤῥυσιν, εἴ γε
2. ἐκθλίψας ἀτρέμα τὸ ὑγρὸν, ἀπολείπω προσκείμενον τὸ δέρμα
3. καὶ συμβαίνει πάλιν αὐτὸ πληροῦσθαι μύσαντος τοῦ τρήματος
4. ἐκ δευτέρου καὶ φλύκταινα πληρωθεῖσα τίτλα τὰς κατὰ
5. τὸν αὐτὸν τρόπον, εἶτ’ ἐκθλιβέντος τοῦ ὑγροῦ προστέλλεται
6. τῷ χρωτὶ τὸ δέρμα καὶ φυλάττεται μέχρι ἂν ἀπουλωθῆναι
7. τὸ ὑπ’ αὐτοῦ τοῦ χρωτὸς ἡλκωμένον. ταῦτ’ εἴρηταί
8. μοι σαφῆ γνωρίσματα τοῦ δεῖσθαι πᾶν ἕλκος ἐσκεπάσθαι
9. τῷ συμφύτῳ δέρματι. τὸ δὲ νῦν προκείμενον ἕλκος οὐδὲ
10. τὸ τυχόν ἐστιν, ἀλλὰ διὰ παντὸς τοῦ βάθους διῃρημένης
11. τοῖς ὀστοῖς τῆς σαρκὸς ἁπάσης. οὐ γὰρ ἂν ἐξέσχεν ἐκεῖνα
12. διὰ τοῦ δέματος, εἰ μὴ διέτεμε πρῶτον ὅλην τὴν σάρκα.
13. ταύτην οὖν βέλτιόν ἐστιν ἐσκεπάσθαι τῷ πέριξ δέρματι·
14. γυμνὴ γὰρ οὖσα ταῖς οὐσίαις αὐταῖς τῶν ἐπιτεθειμένων φαρμάκων
15. ὁμιλοῦσα ῥυπαίνεται μὲν ὑπὸ τῶν ἐλαιωδῶν καὶ παρηγορικῶν,
16. δάκνεται δ’ ὑπὸ τῶν καθαιρόντων τὸν ῥύπον
17. ὄντων ῥυπτικῶν, εἰ δὲ διὰ τοῦ δέρματος αἱ τῶν ἐπιτιθεμένων
18. φαρμάκων δυνάμεις εἰς τὴν πεπονθυῖαν σάρκα κατεφύοντο
19. χωρὶς τῶν οὐσιῶν, ὀνήσουσι μὲν αὐτὴν, οὐδὲν δ’
1. ὧν εἴρηται συμπτωμάτων ἐπάξουσιν. εἰκότως οὖν ὁ Ἱπποκράτης
2. περὶ παντὸς ποιεῖται συνάγεσθαι τὰ χείλη τῶν
3. τοιούτων ἑλκῶν, πραχθείη δ’ ἄν σοι καλῶς τοῦτο τὴν ἰδέαν
4. αὐτῶν ἀκριβῆ κατασκεψαμένῳ· εἰ μὲν γὰρ ἕν τι τῶν χειλῶν
5. ἐκτετραμμένον εἴη πρὸς τὸ πλάγιον, ἐκεῖθεν ἀρξάμενον
6. ἐχρῆν τῆς ἐπιδέσεως τἀναντία περιτρέπειν αὐτό. εἰ δ’ ἀμφότερα
7. πεπόνθασι τοῦτο, τὴν ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν
8. ποιήσασθαι, προσάγεις ἀλλήλοις τὰ χείλη.