11. Τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ
12. ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων· ὁκόσα δὲ κατηπορήθη
13. ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι
14. ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν. ψιλοῦται
15. δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν,
16. ἀμφιθνήσκουσιν αἱ σάρκες.
1. Συντρόφως εἴρηκεν ἀντὶ τοῦ οἰκείως, οὐδὲν ὠφελούσῃ
2. μεταφορᾷ χρησάμενος, ὅθεν αὐτὸ καὶ παρεσημηνάμην. ἐπὶ
3. δὲ τὴν μεταφορὰν καὶ οἱ ἄλλοι πάντες ὅσοι δεινοὶ λέγειν εἰς
4. ἐνεργεστέραν δήλωσιν τοῦ κατὰ τὴν διήγησιν πράγματος· χρῶνται.