7. Καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια
8. τῶν ὀστέων, τῶν δ’ οὒ, καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσσον,
9. καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα
10. τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν ὁκότε τὰ
11. ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ μικρότητα, τὰ δὲ
12. διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι θᾶσσον ἀφίσταται, τὰ δὲ διὰ
13. τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι καταξηρανθέντα
14. καὶ σαπρὰ γενόμενα. πρὸς δὲ τούτοις διαφέρει τε καὶ
15. ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων
16. ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ
17. κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ἀποφυόμεναι σάρκες
1. κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ
2. πουλύ. ὅλως μὴν ὁ κύκλος τοῦ ὀστέου ἢν ἐν τεσσαράκοντα
3. ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται. ἔνια γὰρ
4. εἰς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, τὰ μὲν γὰρ ἀραιότερα
5. τῶν ὀστέων θᾶσσον ἀφίσταται, τὰ δὲ στερεώτερα
6. βραδύτερον, τὰ δὲ ἄλλα τὰ μείω πολλὸν ἐνδοτέρω, ἄλλα
7. δ’ ἄλλως.
9. Τὸ σεσάπρισται ὅτι κατὰ τοῦ σαπροῦ γέγονε καλῶς
10. εἴρηται. τὰ δὲ διεφθαρμένα ὅτι καλοῦσι σαπρὰ, τινὶ οὐκ
11. ὀρθῶς εἴρηται· πάντα γὰρ τὰ παλαιὰ καὶ χρόνια προσαγορεύει
12. αὐτὸς σαπρά.