8. Ἐμβάλλοντα δὲ ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν,
9. ἢν αὐθημερὸν ἐμβληθῇ, εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν
10. χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἵηπερ κεφαλῆς
11. ὀστέα κατεηγυίης καὶ ψυχρὸν μηδὲν προσφέρειν, σιτίων
12. δὲ στερῆσαι τελέως.
14. Ἄπορον εἰπεῖν ὅ τι ποτὲ αὐτῶν σημαίνει τὸ μαλθακόν.
15. ὅτι μὲν γὰρ ἢ τὸ ποιὸν ἢ τὸ ποσὸν ἐνδείκνυται τῆς πόσεως
16. αὐτοῦ δῆλον, οὔτε δεῖται τοῦ κατὰ πλῆθος ὀλίγου τὸ μαλθακὸν
17. οἰκείως ἄν τις εἰρῆσθαι νομίσειεν, οὔτε τίνα τρόπον
18. ἐνδείκνυται σκευάσας αὐτοῦ, ποιῆσαι ῥᾴδιον, ἔπειτα καὶ
1. ῥαφανίδας ἐνίοτε δι’ ὀξυμέλιτος ἐδώκαμεν, ἐμπήξαντες αὐταῖς
2. δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἐλλεβόρου μόνου κλωνία,
3. καὶ εἴη ἂν ἀσθενὴς ἀπ’ ἐλλεβόρου κάθαρσις ἡ τοιαύτη.
4. τὸ δ’ ἀληθὲς εὑρεῖν οὐχ οἷόν τε διὰ τὸ μὴ γεγράφθαι
5. πρὸς αὐτοῦ πῶς δίδωσι τὸν ἐλλέβορον. ἴσμεν γὰρ
6. ὅτι πλείους οἱ τρόποι τῆς δόσεως αὐτοῦ εἰσι γεγραμμένοι
7. πολλοῖς τῶν ἰατρῶν παλαιῶν τε καὶ νέων καὶ μέσων κατὰ
8. ἡλικίαν.