Galenus. In Hippocratis De fracturis commentaria (In Hipp. De fract. comm.) [n° 110 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους περὶ ἀγμῶν ὑπομνήματα
Commentaire aux Fractures d’Hippocrate
Commentary on Hippocrates’ ‘Fractures’ (Hipp. Fract.)
Hippocratis De fracturis et Galeni in eum commentarius, 1830, vol. 18b, p. 318-628. urn:cts:greekLit:tlg0057.tlg100.verbatim-lat1
Andreoni, 1972 (ita).

Hippocratis De fracturis et Galeni in eum commentarius, 3.49, ed. Kühn, 1830, vol. 18b, p. 607-609. urn:cts:greekLit:tlg0057.tlg100.1st1K-grc1:3.49


11. Καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ
12. ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν, ἢν δὲ μὴ πικρόχολος
13. ᾗ, ὕδατος πόματι χρῆσθαι. καὶ ἢν μὲν πυρεταίνῃ
14. ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρας τὸ ἐλάχιστον οὕτω διαιτᾷν,
15. ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν.

17. Ταύτην τὴν λέξιν ἐναντίως Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς
18. Καπίτων ἔγραψε, μὴ βουλόμενος ἐπὶ μὲν τῶν πικροχόλων
1. ὀξύγλυκυ δίδοσθαί ποτε ποτὸν, ἐπὶ δὲ τῶν μὴ πικροχόλων
2. ὕδωρ. ἐποίησεν οὖν τὴν λέξιν τοιαύτην καὶ ἢν μὴ πικρόχολος
3. φύσει ἢ ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα,
4. τουτέῳ διαιτᾷν, ἢν δὲ πικρόχολος ᾖ, ὕδατος πόματι χρῆσθαι.
5. καὶ ἄλλοι τινὲς ἅμα τῷ Ἀρτεμιδώρῳ τὴν γραφὴν
6. ταύτην ἀντὶ τῆς προτέρας εἵλοντο, καίτοι κατὰ τὸ περὶ διαίτης
7. ὀξέων αὐτὸς ὁ Ἀρτεμίδωρος οὕτως γράφει ἐκεῖνον τὸν
8. λόγον, ἐν ᾧ περὶ ὕδατος πόσεως ὁ Ἱπποκράτης διηγεῖται,
9. ἄλλως τε οὐδὲ δίψαν παύει, ἀλλ’ ἐπιπικραίνει. χολῶδες
10. γὰρ φύσει χολώδει καὶ ὑποχονδρίῳ κακόν. κάκιστον δ’
11. ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμιώτατον, ὅταν εἰς
12. κενεότητα εἰσέλθῃ. ταύτην τὴν ῥῆσιν ἐνίων γραψάντων
13. ὡδί· χολῶδες γὰρ φύσει καὶ ὑποχονδρίῳ κακὸν, αὐτὸς ὁ
14. Ἀρτεμίδωρος εἵλετο τὴν προτέραν γραφὴν ἐν ᾗ πρόσκειται
15. τὸ χολώδει γράψας οὕτως· χολῶδες γὰρ φύσει χολώδει οὐχ
16. ἁπλῶς τῇ τυχούσῃ, καὶ πᾶσι βουλόμενος αὐτὸ τὸ ὕδωρ χολῶδες
17. εἶναι, ἀλλὰ μόνῃ τῇ χολώδει φύσει. ὅπως οὖν νῦν
18. αὐτὸς τοῖς πικροχόλοις δίδωσιν, εἰ μὴ ἄρα τοὺς πικροχόλους
1. ἄλλους τινὰς οἴεται εἶναι παρὰ τοὺς χολώδεις· ἀλλ’ ὅτι
2. τοὺς τὴν πικρὰν χολὴν πλέονα γεννῶντας οὕτως ὀνομάζει
3. πικροχόλους οὐδεὶς ἀγνοεῖ, τὴν μὲν ἑτέραν χολὴν τὴν μέλαιναν
4. ὀξεῖαν μὲν ἰδεῖν, πικρὰν δὲ, τὴν ὑγρὰν δὲ καὶ ξανθὴν
5. φαινομένην. εὔδηλον οὖν ἐν τῇ προκειμένῃ ῥήσει διὰ
6. μὲν αὐτὰ τὰ κατέχοντα παθήματα τὸν κάμνοντα φυλάττεσθαι
7. τὴν τοῦ οἴνου πόσιν· εἰ δέ τις εἴη φύσει πικρόχολος,
8. ἐπειδὴ μεγάλως οὗτος ὑπὸ τῆς ὑδατοποσίας βλάπτεται, καθὸ
9. λέλεκται καὶ διὰ τοῦ περὶ διαίτης ὀξέων ἐκείνῳ μόνῳ συγχωρεῖ,
10. ὀλίγον παντελῶς ὀξύγλυκυ διδόναι. τοῦτο δὲ σκευαζόμενον,
11. ὃ δὴ καὶ ἀπόμελι καλοῦσιν. ὅπως δὲ μὴ ἅψηται
12. τῶν νευρωδῶν μερῶν, αἱρεῖται τὸ γλυκὺ, ὄντος δηλονότι βλαβερωτέρου
13. τοῦ ὀξυτέρου καὶ μάλιστα ὅταν ἐκ μέλιτος καὶ
14. ὄξους κατασκευασθῇ· καὶ μὴ καθάπερ εἶπον ἐπὶ τῶν κηρίων.
15. ἐν Ἑλλάδι μὲν γὰρ οὕτως καὶ μάλιστα περὶ τὴν Ἦλιν,
16. ἐν δὲ τοῖς ἄλλοις ἔθνεσιν ἐπὶ κηρίων σκευάζομεν ἡμεῖς αὐτὸ
17. μιγνύντες ὄξος μέλιτι καὶ συνεψῶντες, ὡς ἑνωθῆναί τε τὰς
18. ποιότητας αὐτῶν, τραυσθῆναι δὲ τὴν ὄξους δύναμιν.

Cliquer un n° de page pour en afficher l’image