11. Ἄλλοι δ’ αὖ τινές εἰσιν οἱ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν
12. εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖς ὀθονίοισι,
13. κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι καὶ ἐῶσιν
14. ἀνεψῦχθαι, ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν
15. τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ εἰρίοισιν ῥυπαροῖσι
16. θεραπεύουσιν. αὕτη ὁ ἴησις κακή. καὶ εἰκὸς τοὺς ἰήτρεύοντας
17. τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι
18. κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ
1. γινώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι
2. τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά
3. τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ
4. πιέζῃ ᾗ μάλιστα χρὴ καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς
5. τις βάλληται μηδὲ πιέζῃ ᾗ μάλιστα χρή, ἀλλὰ
6. ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν
7. γεγραμμένοισιν ὁποῖα ἐφ’ ἑκατέρων ἀποβαίνει, μαρτυρεῖ
8. δὲ καὶ αὕτη ἡ ἰατρική· ἀνάγκη γὰρ τῷ οὕτως
9. ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ ἕλκος.
11. Τῶν μεγάλως βλαπτόντων ἐἰητρεύονταςν τούτῳ τῷ λόγῳ μέμνηται,
12. σαφῶς διδάσκων αὐτὸς ἃ πράττουσιν ἅπαντα· καὶ
13. μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε
14. μηδ’ ἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομένοις
15. προσέχειν τὸν νοῦν.