2. Ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον φαύλην δίαιταν
3. ἄγειν, καὶ οἷσιν ἂν μὴ βληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην
4. χρὴ τοιαύτην ποιέεσθαι καὶ τῶν ἑλκέων τὴν μελέτην
5. καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον
6. τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον,
7. ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων
8. ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα
9. δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν· ἀλλ’ ἤν τις καλὴν ἔχῃ
10. τὴν ἀποφυγὴν, αἵ τε γὰρ ἐλπίδες ὀλίγαι καὶ οἱ κίνδυνοι
11. πολλοὶ, καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι καὶ ἐμβάλλων
12. ἂν ἐγγυτέρω αὐτὸν τοῦ θανάτου ἀγάγοι ἢ σωτηρίης.
14. Ὅτι φαύλην δίαιταν ὀνομάζειν τὴν ἐναντίαν τῇ ἀκριβεῖ
15. καὶ πρόσθεν εἴρηταί μοι.