12. Τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστι καὶ τὸ βραχύτερον συχνῷ,
13. τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει
14. τὸ ἄρθρον.
16. Ἄνισα τὰ τοῦ πήχεως εἶπεν ὀστᾶ, οὐχὶ καὶ τῆς κνήμης
17. εἴη παραβάλλειν νῦν οὐκ ἐχούσης ἄνισα, παρ’ ἐκείνην
18. ἔφη τὸ ἔξωθεν εἶναι μακρότερον· ἀλλ’ ὅτι βραχύτερον μὲν
19. ὑπερέχον τὸ ἔξωθεν ὀστοῦν τῆς κνήμης καὶ ἐλαχίστῳ, πολὺ
1. δ’ ὁ πῆχυς. ἐὰν γὰρ ἀκριβῶς προσέχῃς τὸν νοῦν,
2. ἐν τοῖς ἄνω πέρασιν ἡ περόνη φαίνεταί σοι βραχύ τι λειπομένη
3. τῆς κνήμης, ὥστε καὶ σαφῶς ἐστιν ἐν τῷ κάτω μὲν
4. πέρατι μακροτέρα. διὰ γοῦν τὴν ἄνωθεν ἔνδειαν ὀλίγον εἶναι
5. κατὰ τῆς ὑπεροχῆς. ὁ δὲ πῆχυς ὅλῳ τῷ ἀγκῶνι τῆς
6. κερκίδος ὑπερέχει καὶ διὰ τοῦτο ἔφη τὸ ἄρθρον ὑπερέχειν,
7. ἤτοι τὴν διάρθρωσιν, ὅλην οὕτως ὀνομάσας ἢ τὸ πέρας τοῦ
8. βραχίονος ὃ διαρθροῦται πρὸς τὴν σιγματοειδῆ τοῦ πήχεως
9. κοιλότητα.