12. Ἐξήρτηται μέντοι καὶ τούτων τῶν νεύρων κατὰ τὴν κοινὴν
13. ξύμφυσιν τῶν ὀστέων, πλεῖον δὲ μέρος ἔχει τὸ ἄρθρον.
15. Τοὺς συνδέσμους νῦν ὠνόμασε νεῦρα καὶ ἐπὶ παντὶ
16. καλῶν οὕτως αὐτούς. ὅτι δὲ τῇ περιδιαρθρώσει συνδέσμους
17. τοὺς πλατεῖς καὶ ὑμενώδεις οὕτως ὠνόμασε νῦν, ἔσται μὲν
18. δῆλον κἀξ ὧν ἐπιφέρων εἴρηκε τὴν ἑξῆς φησίν· ἀλλὰ καὶ
1. χωρὶς ἐκείνων πρόδηλον οὐδὲν τῶν κυρίως ὀνομαζομένων
2. νεύρων εἰς ὀστοῦν ἀναφέρεσθαι. τῶν γὰρ συνδέσμων ἴδιον
3. τοῦτο καὶ δι’ αὐτοὺς καὶ τῶν τενόντων, ὅτι κεκρασμένην
4. ἔχουσι τὴν οὐσίαν ἐκ συνδέσμων καὶ νεύρων. εἴρηται δὲ
5. τελέως περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως,
6. ἀλλὰ νῦν τὸ προκείμενον ἐν τῇ δηλουμένῃ ῥήσει
7. λεκτέον. ἐξηρτῆσθαί φησι τὸ ὑπερέχον τοῦ πήχεως, τουτέστι
8. τὸν ἀγκῶνα τῶν περιλαμβανομένων τὴν διάρθρωσιν συνδέσμων
9. κατ’ ἐκεῖνα τὰ μέρη τῶν ὀστῶν, ἔνθα τὴν κοινὴν ἔχει
10. σύμφυσιν ὁ πῆχυς καὶ ἡ κερκὶς δηλονότι. εἶπε δὲ τοῦτο
11. διότι τὸ ἀπὸ τοῦδε πᾶν ὅσον ὀπίσω προχωρεῖ, τὸ γυμνὸν
12. τῆς σαρκώδους οὐσίας οὐκέτ’ οὐδεμίαν ἔχει σύμφυσιν πρὸς
13. τοὺς τῆς διαρθρώσεως συνδέσμους. ἐμφύεται γὰρ αὐτῷ
14. κατ’ αὐτοὺς πλατυνόμενος ὁ τένων τοῦ τὴν κατὰ τὸν ἀγκῶνα
15. διάρθρωσιν ἐκτείνοντος μυός.