2. Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ γόνυ ὀστέα
3. πολλάκις μὲν ὀλισθαίνει, ῥηϊδίως δὲ ἐμπίπτει.
5. Τῶν γὰρ καθ’ ἑκάτερον τὴν διάρθρωσιν ἐργαζομένων
6. ὀστῶν ἐσφιγμένη μὲν ἡ σύνθεσίς ἐστι κατ’ ἀγκῶνα, χαλαρωτέρα
7. δὲ κατὰ γόνυ, πρὸς τῷ καὶ πολλὰς ὑπεροχὰς καὶ
8. κοιλότητας ἀλλήλαις διαρθρούμενα, σφίγγει μὲν πανταχόθεν
9. τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. ἐν δὲ τῇ κατὰ γόνυ καὶ τῶν
10. κονδύλων τοῦ μηροῦ ταῖς κοιλότησι τῆς κνήμης ἐπιβαινόντων
11. ἀβάθεσί τε καὶ ὑπτίαις οὔσαις εἰκότως ἡ διάρθρωσις ὀλισθανωτέρα
12. ὥστε καὶ αὖθις ἐμπίπτειν τάχιστα.