10. Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον τὸ ἕλκος
11. εἶναι, δακρυῶδες δὲ καὶ ἀνεκπύητον εἶναι, ὀστέα δὲ
12. καὶ μὴ μέλλοντα ἀποστῆναι ἀποστατικὰ γενέσθαι.
14. Τὰ καταλαμβάνοντα συμπτώματα διὰ τὴν μοχθηρὰν
15. ἐπίδεσιν ἔγραψεν ἐν τούτῳ τῷ λόγῳ, γιγνόμενα πάντα
16. διὰ τὸ μέγεθος τῆς φλεγμονῆς. ἐκτρέπονται μὲν γὰρ τοῦ
17. ἕλκους τὰ χείλη διὰ ταύτην, ὥσπερ αὐτὰ τὰ κυρίως ὀνομαζόμενα
18. χείλη τοῦ στόματος, ὅταν φλεγμαίνῃ. κακόχρουν
1. δὲ τὸ σύμπαν χωρίον εἰκότως φαίνεται. καὶ γὰρ καὶ τοῦτο
2. σύμπτωμά ἐστι μεγάλης φλεγμονῆς. ἐξ αὐτοῦ δὲ τοῦ ἕλκους
3. ἰχὼρ λεπτὸς καὶ ἄπεπτος ῥυεῖ, καθάπερ ἐπὶ τοῖς ὀφθαλμοῖς,
4. ὅταν φλεγμαίνωσι, τὸ δάκρυον· ἐντεῦθεν μὲν ὠνόμασται
5. κατὰ μεταφορὰν τὸ οὕτω διακείμενον ἕλκος δακρυῶδες.
6. οὐκοῦν ἐνδέχεται πέψιν ἀκολουθῆσαι τοῖς τὴν φλεγμονὴν
7. ἐργαζομένοις χυμοῖς, ἄχρις ἂν οὕτως ἐπιδέηται τὸ μόριον·
8. ἀλλὰ καὶ τῶν ὀστῶν ἀνάγκη τι τῷ χρόνῳ βλαβῆναι, διαδεχομένων
9. ὑπὸ τῆς περιουσίας τῶν ἀπέπτων χυμῶν. οὐδὲν
10. οὖν θαυμαστὸν ὑποστῆναί τι μέρος αὐτῶν, εἰ μὴ παύσαιτο
11. ὑπό τε τῆς μοχθηρᾶς ἐπιδέσεως οὕτω θεραπεύων. τὰ δ’
12. ἄλλα κατὰ μέρος ἐν ὅλῳ τῷ λόγῳ σαφῆ πάντ’ ἐστὶ τοῖς
13. προσέχουσι τὸν νοῦν, ὡς ἔφην, καὶ μεμνημένοις τῶν προδεδιδαγμένων·
14. εἰς ἐκεῖνα γὰρ ἀναφέρεται πάντα καὶ μαρτυρεῖ
15. τοῖς καλῶς διδαχθεῖσιν, ὡς καὶ αὐτὸς Ἱπποκράτης
16. ἐπισημαίνεται.