2. Σφυγηῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη, ἀναγκάζονται
3. δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ
4. τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ
5. ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ
6. ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν παλιγκοτέῃ, καὶ
7. ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δ’ ἧσσον καὶ
8. ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν.
9. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν
10. καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην, ἀλλ’ ἄλλην τινὰ
11. ἀτυχίην· οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα,
12. εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς
13. δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα.
14. μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα,
15. εἴτε μάλιστα πιεστέα τὰ κατήγματα εἴτε ἥκιστα.
16. χρὴ δὲ ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος
17. ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρεύειν,
18. ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ
1. ἔχοντα. τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν
2. ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν
3. παραπλησίαν. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν
4. χρίσαντα σπλῆνα λεπτὸν ἐπιδεθῆναι, τὰ δὲ πέριξ
5. κηρωτῇ λεπτῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἄλλα πλατύτερά
6. τινι ἐσχισμένα ἔστω ἢ εἰ μὴ ἕλκος εἶχε· καὶ
7. ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔσται τοῦ ἕλκεος πλατύτερον.
8. τὰ γὰρ στενώτερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ
9. ἕλκος. τὸ δ’ οὐ χρὴ, ἀλλ’ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω
10. τὸ ἕλκος.
12. Μικρὸν ἔμπροσθεν ἔφη τῶν οὕτως ἐπιδεομένων
13. ἐκθλίβεται τὸ οἶδος εἰς αὐτὰ τὰ ἕλκη. οἶδος δὲ δηλονότι
14. τὸ οἴδημα λέγων ὡς εἶναι τὸν λόγον τοιόνδε· διὰ τὴν κακὴν
15. ἐπίδεσιν ἑκατέρωθεν τοῦ ἕλκους γιγνομένην ἐκθλιβόμενον
16. τὸ αἷμα τὸν παρὰ φύσιν ὄγκον ἐργάζεται. τοῦτο γὰρ
17. οἶδός τε καὶ οἴδημα δι’ ἔθους ἐστὶν ὀνομάζειν αὐτῷ. προσλαβὼν
18. δὲ σφυγμὸν ὁ τοιοῦτος ὄγκος καὶ θερμασίαν πυρώδη
1. τὴν ὀνομασθεῖσαν πρότερον ἰδίως ἀποτελεῖ φλεγμονήν. πάλαι
2. γὰρ οὐχ οὕτως, ἀλλὰ τὴν φλόγωσιν ἅπασαν ὠνόμαζον
3. φλεγμονὴν, ὡς πολλάκις ἡμῖν δέδεικται. ἀλλὰ ἀπό γε τῶν
4. Ἐρασιστράτου χρόνων εἰθίσθη τὸ τῆς φλεγμονῆς ὄνομα λέγεσθαι
5. κατὰ τῶν ὄγκων ἐκείνων, ἐν οἷς οὐ μόνον ἐστὶ θερμασία
6. φλογώδης, ἀλλὰ καὶ ἀντιτυπία καὶ σφυγμός.
7. ἐξ ἀνάγκης δ’ ἂν ἔχωσιν οὕτω καὶ τὸ καλούμενον ἔρευθος.
8. ἐκ μὲν γὰρ τῆς πλείονος θερμασίας τοῦτο τὴν γένεσιν
9. ἀναγκαῖον λαμβάνειν, ἡ δ’ ἀντιτυπία καὶ ὁ σφυγμὸς ἐκ τοῦ
10. πεπληρῶσθαι. δυνάμενος οὖν εἰπεῖν ὁ Ἱπποκράτης πυρετῶδες
11. γίγνεσθαι τὸ ἕλκος, πυρῶδες εἶπεν ἀπὸ τοῦ πυρὸς
12. ἐργασάμενος τὴν παράκαυσιν εἰς ἀνάμνησιν ἐμοὶ δοκεῖν, ὅτι
13. καὶ αὐτὸς ὁ πυρετὸς ἀπὸ τοῦ πυρὸς ὠνόμασται καὶ τοῦτ’
14. ἔστιν αὐτῷ τῷ πυρετῷ εἶναι τὸ θερμασίαν ἔχειν καπνώδη.