15. Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, ἀπὸ
16. τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων.
1. Εἴτε τὸ ὑγιαίνειν εἴτε τὴν ὑγίειαν εἴτε ἄλλο τι τοιοῦτον
2. τῆς ἰατρικῆς τέχνης τέλος εἶναί τις φαίη, τοῦτο μὲν
3. αὐτὸ δι’ ἑαυτοῦ σπουδάζεται τοῖς μετιοῦσι τὴν τέχνην· καὶ
4. δῆλον ὅτι θεωρία τίς ἐστιν, ἣν μαθεῖν χρὴ τὸν μέλλοντα
5. ἐπαναρθοῦσθαι τὴν κατὰ φύσιν ἡμῶν εἴτε διάθεσιν εἴτε
6. διοίκησιν εἴτε κατασκευὴν εἴτε ἄλλο καλεῖν ἐθέλοι τις.
7. οὐ δι’ ἑαυτὰ δὲ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν τέχνην ἢ μανθάνομεν
8. ἢ διδάσκομεν ἢ ὅλως ἀκούομεν, ἀλλ’ ὅτι τῷ τέλει
9. χρήσιμον ἕκαστον αὐτῶν γίγνεται· οἷον εὐθέως τὸ διαγνωστικὸν
10. μέρος τῆς τέχνης, ὃ καλοῦσιν οἱ νεώτεροι σημειωτικὸν,
11. ἀναγκαῖόν ἐστιν ἠσκῆσθαι, πρότερον τοῦ θεραπευτικοῦ
12. τοῖς μέλλουσι καλῶς ἰατρεύειν ἕνεκα τοῦ τὰς διαφορὰς τῶν
13. νοσημάτων ἐπὶ τῶν καμνόντων ἀκριβῶς γνωρίζειν, ἐπειδὰν
14. ἔχωσι τὸ παραπλήσιον. οὐ διοίσει δ’ ἐν τῷ μέλλοντι περαίνεσθαι
15. λόγῳ τὴν ἀντικειμένην τῇ κατὰ φύσιν διοικήσει
16. τοῦ σώματος ἡμῶν διάθεσιν ὀνομάζειν ἀμφοτέραις ταῖς προσηγορίαις,
17. ὥσπερ γε καὶ δι’ ἔθους ἐστὶ πᾶσι τοῖς Ἕλλησι
1. καὶ ποτὲ μὲν νόσημα καλοῦσιν ὅλον τοῦτο τὸ γένος, ἔστι δ’
2. ὅτε πάθος. ὁ τοίνυν γενικώτατος αὐτοῦ σκοπὸς νῦν διδάσκεται,
3. καθάπερ τοῦ θεραπευτικοῦ μέρους τῆς τέχνης. ὡς
4. γὰρ ἐπ’ ἐκείνου τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἅτε κοινὸς
5. ἁπάσης θεραπείας ὑπάρχει σκοπὸς, οὕτως ἐνταῦθα τοῦ
6. διαγνωστικοῦ μέρους τῆς τέχνης ὁ κοινότατος σκοπός ἐστι,
7. διαγιγνώσκειν δύνασθαι, κατὰ τί μὲν ὅμοια τὰ περὶ τὸ
8. σῶμα τοῦ κάμνοντός ἐστι τῶν ὑγιαινόντων ὡς μάλιστα, καθάπερ
9. αὐτὸς Ἱπποκράτης ἐν προγνωστικῷ διῆλθε. πρῶτον
10. μὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅμοιόν ἐστι τοῖσι τῶν
11. ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτῷ ἑωυτῷ τις ὅμοιός ἐστι
12. κατά τι κράτιστον σκοπεῖσθαι. τὸ αὐτὸ τοῦτο κἀν τῷ περὶ
13. ἄρθρων ἐδήλωσεν, ἔνθα παραβαλεῖν ἀξιοῖ τῷ κατὰ φύσιν
14. ἔχοντι μέρει τοῦ σώματος τὸ πεπονθός. οὐ γὰρ ἁπλῶς εἶπεν,
15. οὐδὲ ἐκεῖ τὴν παραβολὴν εἶναι χρὴ, ἀλλὰ τοῦ πάσχοντος
16. ἀνθρώπου τὰ δεξιὰ τοῖς ἀριστεροῖς παραβαλεῖν
17. ἐκέλευσε, μὴ τἀλλότρια ἄρθρα καθοράοντα, τουτέστι μὴ
18. τὰ τῶν ἄλλων ἀνθρώπων. αὐτὸ δὴ τοῦτο καὶ νῦν ἀξιοῖ σε
1. πράττειν εἰπὼν ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων,
2. ἀπὸ τῶν ῥηΐστων, ὡς εἰ καὶ οὕτως εἶπε· τὰ τῶν
3. καμνόντων σώματα προσήκει διαγιγνώσκειν εὐθὺς ἐξ ἀρχῆς,
4. κατὰ τί μὲν ὅμοια τοῖς τῶν ὑγιαινόντων ἐστὶ, κατὰ τί δὲ
5. ἀνόμοια. τοῦτο γὰρ ποιοῦντες ἀπὸ τῶν μεγίστων μὲν τῇ
6. δυνάμει, ῥᾴστων δὲ γνωσθῆναι τὰς σημειώσεις τῶν παθῶν
7. ποιησόμεθα. χρὴ γὰρ γιγνώσκειν ἡμᾶς ὡς οὐκ ἄλλα μέν
8. ἐστι μέγιστα, ῥᾷστα δὲ ἄλλα. τοῖς γὰρ αὐτοῖς σημείοις
9. ὑπάρχει μεγίστοις μὲν εἶναι τῇ δυνάμει, εἰς διάγνωσιν δὲ
10. ῥᾴστοις, ὡς τοῖς ἐν τῷ προγνωστικῷ κατὰ τὴν ἀρχὴν εὐθὺς
11. γεγραμμένοις ἐν τῇδε τῇ ῥήσει· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι,
12. κρόταφοι ξυμπεπτωκότες. ὅσα τε τούτων ἐφεξῆς εἴρηται.
13. ταῦτα γὰρ ὅτι τὴν μεγίστην ἔχει δύναμιν εἰς πρόγνωσιν
14. οὐδεὶς ἀγνοεῖ τῶν κατὰ τὰ μέτρια τοῖς ἔργοις τῆς τέχνης
15. ὡμιληκότων· ὅτι δὲ τὴν διάγνωσιν ἔχει ῥᾴστην, ἴσασι
16. τοῦτο καὶ οἱ τῆς τέχνης ἰδιῶται πάντες. οὐδὲν γὰρ ἄλλο
17. πρότερον μέρος τοῦ σώματος εὐθὺς εἰσελθών τις ἐπὶ τὸν
18. ἄῤῥωστον ὁρᾷ τοῦ προσώπου. ἑαυτῷ μὲν οὖν ὁ κάμνων
1. παραβαλλόμενος, ὡς ἐκέλευσεν, ἀσφαλεστέραν τε ἅμα τὴν
2. διάγνωσιν ἴσχει καὶ οὕτως ἐπὶ τῶν μεγίστων τε ἅμα καὶ
3. ῥᾴστων ἀρχόμενος, ἤδη τὸ τῆς τέχνης ἐξετάζοιτο. τάχα δ’
4. ἄν ποτε καὶ σφαλείη τις ἐπὶ τῶν φύσει μὲν ἐχόντων ὀξεῖαν
5. τὴν ῥῖνα, τοὺς δ’ ὀφθαλμοὺς κοίλους καὶ τοὺς κροτάφους
6. συμπεπτωκότας· ἀλλ’ ἐὰν εὕρωμεν ὅμοιον τῷ τῶν πολλῶν
7. ἀνθρώπων τὸ τοῦ κάμνοντος σῶμα, σαφὴς ἡ διάγνωσις
8. ἔσται τοῦ μηδεμίαν νόσον ἐπὶ τοῦτο μοχθηρὰν ἐνυπάρχειν
9. ἢ διάθεσιν· ἐὰν δὲ κατὰ τὸ γεγραμμένον ὑφ’ Ἱπποκράτους
10. ἐπισκεψόμεθα, τἄλλα τὰ κατὰ τὸ πᾶν σῶμα σημεῖα, κἂν
11. φαίνηται σωτήρια, τοιοῦτον τῇ φύσει τὸ πρόσωπον τοῦ
12. κάμνοντος ἐλπίσαντες, ἀκριβεστέρας διαγνώσεως χάριν ἐρησόμεθα
13. τῶν ἐπισταμένων αὐτὸν ἔμπροσθεν. ὁμολογήσαντες
14. δὲ βεβαιοτέραν τὴν πρόγνωσιν ἕξομεν, οὐ μὴν ὁμοίως γε
15. ἐπιστημονικὴν, ὡς εἰ καὶ γιγνώσκοντες αὐτοὶ τύχωμεν τὸν
16. κάμνοντα καὶ μᾶλλόν γέ τοι συμφύσαντες αὐτῷ. τὸ γὰρ
17. ἑωρακέναι πολλάκις ὑγιαίνοντα τὸν νῦν παρὰ φύσιν ἔχοντα,
18. διαγνωστικωτέρους ἡμᾶς ἐργάζεται τοῦ ποσοῦ τῆς διαφορᾶς
1. τῶν κατ’ αὐτὸ σημείων. ἔστω γὰρ ἀκοῦσαί τε ἡμᾶς καὶ
2. τεκμηραμένους τὸν κάμνοντα τὴν ῥῖνα μὲν ὀξεῖαν ἔχειν,
3. τοὺς δὲ ὀφθαλμοὺς κοίλους, ὁ συνήθης γε πόσῳ γινώσκει
4. μόνος, ἰδίως δὲ καὶ τούτου χρεία τοῖς ἰατροῖς. οὐ γὰρ
5. μόνον ὅτι παρὰ φύσιν ἔχει τὸ σῶμα, χρήσιμόν ἐστιν ἡμῖν
6. γινώσκειν, ἀλλὰ καὶ τὸ, πόσῳ μὲν ἡ ῥὶς ὀξυτέρα τῆς κατὰ
7. φύσιν ἐστὶ, πόσῳ δὲ οἱ ὀφθαλμοὶ κοιλότεροι καὶ οἱ κρόταφοι
8. συμπεπτωκότες, ἕκαστόν τε τῶν ἄλλων ὧν εἶπεν οὐχ
9. ἁπλῶς δεινόν ἐστι τὸ ἐναντιώτατον τοῦ ὁμοίου, ἀλλὰ δεινότατον.
10. ἐναντιώτατον δηλονότι τὸ πλεῖστον ἐκ τοῦ κατὰ
11. φύσιν κεχωρηκός. ὡς οὖν τοῦτο δεινότατον εἶπεν, οὐχ ἁπλῶς
12. δεινὸν τὸ ἐναντιώτατον, οὕτω καὶ δεινὸν ἧττον καὶ μᾶλλον
13. εἰς ὅσον ἂν ἧττόν τε καὶ μᾶλλον ἐναντίον δείκνυται. τὰ
14. μὲν οὖν ὑπὸ τοῦ προσώπου φαινόμενα σημεῖα καὶ ῥᾷστα
15. γνωσθήσεται καὶ μεγίστην ἔχοντα δύναμίν ἐστιν, ἅτε κατὰ
16. τὴν ἀρχὴν εἶπεν εὐθέως, ἅτε περὶ τοὺς ὀφθαλμοὺς ἑξῆς
1. ἔγραψεν, ἃ δὲ οὐκ ὀλίγα τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων
2. ὑπ’ αὐτοῦ, τὰ μὲν οὐ μέγιστα, τὰ δὲ οὐ ῥᾷστα,
3. τὰ δὲ συναμφότερον ἔχοντα, μήτε μέγιστα εἶναι μήτε ῥᾷστα
4. φανεῖταί σοι σκοποῦντι, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῇ
5. κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει λέλεκται, ῥηθήσεται δὲ νῦν
6. ὀλίγα παραδείγματος ἕνεκα. τὸ γὰρ ὕπτιον κεῖσθαι καὶ τὰς
7. χεῖρας ἔχειν καὶ τὰ σκέλη παραπλησίως κείμενα τοῖς παρέτοις,
8. οὐ κατὰ διάθεσιν μοχθηρὰν, ἀλλὰ διὰ μαλακίαν ἐγγίγνεται
9. τοῦ κάμνοντος ἢ τρυφὴν ὑπερβάλλουσαν· ὥστε εἰ
10. μὴ τὸ ἦθος εἰδείημεν αὐτοῦ, σφαλησόμεθα. γιγνώσκειν δὲ
11. ὧν ἐπισκεπτόμεθα πάντων τὰ ἤθη τῶν ἀδυνάτων ἐστὶ καὶ
12. διὰ τοῦτο ἐπ’ ὀλίγου μόλις αὐτὰ διερωτητέον, εὑρίσκομεν
13. ἐνίοτε μὲν οὐ μέγα δηλοῦντα, καθάπερ ἐπὶ τῆς
14. κατακλίσεως, ἐνίοτε δὲ μέγιστα, ὡς ἐπὶ τῶν κοσμίων ἤτοι
15. τὸ βλέμμα θρασύτερον καὶ τὴν φωνὴν ἐχόντων. κατὰ τὰ
16. αὐτὰ δὲ κἀπὶ τῆς ψοφούσης φύσης· ἢ γὰρ ὀδύνην ἢ παραφροσύνην
17. σημαίνει τοῖς αἰδουμένοις τοῦτο πράττειν, ἀκουόντων
1. τινῶν. εἰ δὲ οὐδὲ φροντίζοιεν τῶν παρόντων, οὐδενὸς
2. ἔσται σημεῖον. ὥστε κἀνταῦθα τὸ ἦθος ἐπίστασθαι χρὴ
3. τοῦ κάμνοντος, ὥσπερ τὸ μὲν ἔθος τῶν ἐπὶ τὴν γαστέρα
4. κοιμωμένων, τὴν δὲ φύσιν, ὅσοι πρίουσι κοιμώμενοι τοῦ
5. ὀδόντος ἢ τοῖς ὀφθαλμοῖς οὐκ ἀκριβῶς μύουσιν. τὰ γὰρ
6. τοιαῦτα μετὰ τοῦ προεγνωκέναι τὸ ἦθος ἢ τὴν φύσιν τοῦ
7. κάμνοντος ἢ παρά τινος τῶν ἐπισταμένων αὐτοὺς πυθέσθαι,
8. τὴν διάγνωσιν ἴσχει καὶ ποτὲ μὲν ἀγαθὰ, ποτέ δὲ φαῦλα
9. σημεῖα, τὰ μὲν, ὡς τὸ μὲν μέλαν οὖρον ἢ πτύσμα μέλαν
10. ἢ χολὴν μέλαιναν, νοσημάτων ἀρχομένων φανῆναι καὶ δύναμιν
11. ἔχει μεγίστην καὶ διάγνωσιν ῥᾴστην, ὥσπερ γε πάλιν
12. ἐξ ὑπεναντίου, τοῖς δὲ μεγίστην δύναμιν εἰς σωτηρίαν ἐν
13. τοῖς ὀξέσι νοσήμασιν εὔπνοια καὶ οὖρον ὑπόστασιν ἔχον
14. λευκὴν καὶ λείαν καὶ ὁμαλήν. ταῦτα μὲν οὖν ἐπὶ τῶν κατὰ
15. διάγνωσιν αὐτάρκως εἴρηται, παραδείγματα ἐσόμενα τῶν
16. τε μεγάλην ἐχόντων δύναμιν καὶ ῥᾴστων γνωσθῆναι καὶ τῶν
17. γιγνωσκομένων ἡμῖν πάντη γε καὶ πάντως, ἐάν τε διὰ πείρας
1. ἴῃ ἐάν τε διὰ λόγου σκοπῶμεν, οὐ μὴν οὔτε δύναμιν
2. ἐχόντων τηλικαύτην οὔτε διάγνωσιν ἑτοίμην, ἀλλὰ μετὰ τοῦ
3. προγιγνώσκειν, πυνθάνεσθαι τὰ τῶν νοσούντων ἔθη τε καὶ
4. ἤθη καὶ φύσεις. ἐφεξῆς δὲ ἐπὶ τῶν κατὰ χειρουργίαν ὁ
5. λόγος ἔσται μοι προχειρισαμένῳ τι παράδειγμα σαφηνείας
6. ἕνεκεν, ὃ κατὰ τὴν ἀρχὴν εὐθέως γέγραπται τοῦ περὶ ἄρθρων
7. βιβλίου, δεδάσκοντος αὐτοῦ περὶ τῶν βραχίονος ἐξαρθρημάτων.
8. ἐπὶ τούτου γὰρ τὸ μέγιστον καὶ ῥᾷστόν ἐστιν εἰς
9. διάγνωσιν, εἰ στρογγύλος καὶ μικρὸς ἐν τῇ μασχάλῃ φαίνεται·
10. οὐ γὰρ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ τὴν κεφαλὴν
11. τοῦ βραχίονος ἐκπεσοῦσαν τῆς διαρθρώσεως εἰς τὸ τῆς
12. μασχάλης ἐνεχθῆναι χωρίον. ἡ δὲ κατὰ τὴν ἐπωμίδα κοιλότης
13. κοινόν ἐστι σημεῖον, ἐκπτώσεως μὲν βραχίονος, ἀποσπάσματος
14. δὲ καὶ ἀκρωμίου, εἰς ὅσον ὕψος ἀνήκει, κἄπειτα
15. παραβαλεῖν αὐτὸ τὸ πεπονθὸς, εἴθ’ ὅταν φαίνηται τὴν ἑαυτοῦ
16. φύσιν μὴ ἔχον, ἐκπεπτωκέναι λογίζεσθαι τὸν βραχίονα.
17. τοῦτ’ οὖν τὸ σημεῖον οὐχ ὥσπερ τὸ κατὰ τὴν μασχάλην,
18. δύναμιν εὐθὺς, ἑτοίμην τὴν διάγνωσιν ἔχει. ἔτι δὲ μᾶλλον
1. ἀπολείπεται τῇ δυνάμει τὸ κατὰ τὰς κινήσεις· ἀνατείνειν
2. γὰρ οὐ δύναται τὸν βραχίονα καὶ θλασθέντων καὶ ταθέντων
3. καὶ φλεγμηνάντων τῶν ἐνταῦθα μυῶν, ὥσπερ γε καὶ
4. ὅταν ἶνές τινες αὐτῶν ἀποσπασθεῖσαι διὰ βάθους. ἐγὼ δὲ
5. οἶδά ποτε καὶ τοιοῦτόν τι συμβὰν, ἀποσπάσματος ἐν
6. ἀκρωμίῳ προϋπάρχοντος, εἶτα ὕστερον ἐξαρθρήσαντος τοῦ
7. κατὰ τὴν ἑτέραν χεῖρα βραχίονος, ἐν παλαίστρᾳ δὲ τοῦτο
8. ἐγένετο. θεασάμενος δ’ ἰατρὸς, ὁμοίως ἀμφοτέρας τῶν
9. χειρῶν τὰς ἐπωμίδας ἀπεφήνατο προπετῶς· πληγὴν μέν
10. τινα γεγονέναι κατὰ τὸ χωρίον ἔφη καὶ τὸν ἄνθρωπον εἰκότως
11. ὀδυνᾶσθαι, τὸ δὲ ἄρθρον ἀπαθὲς εἶναι. συνεβούλευσεν
12. οὖν εἰς τὸ βαλανεῖον ἀπελθόντα τὴν ταχίστην ἐλαίῳ
13. πολλῷ χρώμενον ἐνδιατρῖψαι τῷ κατὰ τὸν πύελον ὕδατι καὶ
14. ἐπειδὴ ἐξέλθῃς, σκεπάσας τὸ πεπληγὸς μόριον ἐρίοις διαβρόχοις
15. ἐξ ἐλαίου μετὰ βραχέος κηροῦ κατάκλινέ τε καὶ
16. ἡσυχίαν ἄγε. γενομένων τούτων ὁ μὲν ἄνθρωπος ὠδύνηται
17. δι’ ὅλης νυκτός. ἕωθεν ἐκάλεσεν ἐκεῖνόν τε τὸν ἰατρὸν αὐτὸν
18. καὶ τινας ἄλλους δὴ τῶν ἀλόγῳ τριβῇ τὴν τέχνην μεταχειριζόντων.
1. ὁ κατὰ τὴν προτεραίαν σφαλεὶς ὑπὸ προπετείας
2. ἀπερισκέπτως ἀποῃνάμενος, ὡς κατὰ φύσιν ἔχειν
3. τὸ ἄρθρον. ἀφικνούμενος οὖν ἐπὶ τὸν κάμνοντα καὶ θεασάμενος
4. αὐτοῦ δύο φαυλοτέρους ἰατροὺς ἠγανάκτησε μὲν
5. ὡς ἀτιζόμενος, οὐκ ἐμφήνας δὲ αὐτὸ τοῦτο τῷ κελεύσαντι,
6. προπετέστερον ἔτι διὰ τὸ καὶ θυμοῦσθαι κατὰ φύσιν ἔχειν
7. ἀπεφήνατο τὴν διάρθρωσιν, ὁμοίας εὑρίσκων ἀμφοτέρας
8. τὰς ἐπωμίδας, ὡς ἂν καὶ φλεγμονή τις ἦν προπεφυκυῖα τοῦ
9. πληγέντος ὤμου. καταντλησάμενον οὖν ὕδατι πολλῷ θερμῷ
10. τὸν κάμνοντα, παραχεομένου συνεχῶς ἐλαίου δαψιλῶς ἐκέλευσεν
11. ἐρίοις αὖθις ἐνειλιχθέντα παραπλησίως ἡσυχάζειν.
12. ὡς δὲ τούτων γενομένων οὐδὲν ὤνητο, τῇ τρίτῃ τῶν ἡμερῶν
13. ἐκλήθην κἀγὼ καὶ θεασάμενος τὸν ἀνώδυνον ὦμον κοιλοτέραν
14. ἔχοντος τὴν ἐπωμίδα τοῦ πεπονθότος, ὡς ἂν ηὐξημένης τῆς
15. φλεγμονῆς ἐσκόπουν ἐπιμελῶς τὸν δοκοῦντα κατὰ φύσιν ἔχειν
16. ὦμον. ἐφαίνετο γάρ μοι τὸ κατ’ αὐτὸν ἀκρώμιον ἄνω κεχωρηκέναι.
17. κινηθεὶς οὖν ἐκ τούτου τε καὶ τοῦ μηδὲν ἐκ
18. τῆς προσηκούσης θεραπείας ὠφελῆσθαι τὸν ἄνθρωπον εἰς
1. τὴν τοῦ φλεγμαίνοντος ὤμου μασχάλην ἐνθεὶς τοὺς δακτύλους,
2. εὗρον ἐν αὐτῇ σχεδὸν τὴν κεφαλὴν τοῦ βραχίονος.
3. ἀλλ’ ὅμως ἀσφαλεστέρας ἕνεκα διαγνώσεως ἐπεσκεψάμην καὶ
4. τὴν τοῦ ἑτέρου ὤμου μασχάλην, ὡς δὲ οὐδεὶς ὄγκος ἦν ἐν
5. αὐτῇ τοιοῦτος, ἐξηρθρηκέναι μὲν τὸν βραχίονα ἔφην, τοὺς
6. ἰατροὺς δὲ ἀγνοῆσαι, διὰ τὸ μὴ γνῶναι κατὰ τὴν ἑτέραν
7. χεῖρα τὸ ἀκρώμιον ἀποσπασάμενον, ἔπειτα παραβάλλειν ὡς
8. κατὰ φύσιν ἔχοντα τὸν ὦμον πεπληγμένον. μαθεῖν δὲ ἡμῖν
9. ἐστιν, ἔφην, πυνθανομένοις τοῦ πάσχοντος, εἰ ἐπλήγη ποτὲ
10. τὸ ἀκρώμιον τῆς ἑτέρας χειρός. ὁ δὲ ἐν ἀρχῇ μὲν οὐκ εἶχε
11. λέγειν, ἀναμνησθεὶς δὲ ὕστερον ὡμολόγησεν ἐξ ὀχήματός
12. ποτε αὐτὸν ἐκπεσόντα πεπλῆχθαί τε καὶ ῥᾳδίως ἄπονον γεγονέναι
13. τρισὶν ἢ τέτρασιν ἡμέραις, ἔριον μετ’ ἐλαίου κατὰ
14. τῆς πληγῆς ἐπιθέντα. τίνος οὖν ἕνεκα ταῦτα εἴρηταί μοι;
15. τοῦ δεῖξαι πόσον ἀξιώματι διενήνοχεν ἀλλήλων τὰ σημεῖα,
16. δι’ ὧν ἡ γνῶσις γίγνεται τῶν κατὰ χεῖρα παθῶν. τὸ μὲν
17. γὰρ μὴ δύνασθαι τὴν πεπονθυῖαν ἀνατεῖναι χεῖρα κοινὰ καὶ
18. ἄλλων πλειόνων εἰσί. καὶ γὰρ οἱ τένοντες τῶν ἐνταῦθα
1. μυῶν καὶ αὐτοὶ πολλάκις οἱ μύες σκιῤῥούμενοι καὶ φλεγμαίνοντες,
2. ἔτι δὲ θλασθέντες ἢ βύθιον ῥῆγμα ἔχοντες ἢ καί
3. τινων ἰνῶν ἀποῤῥαγεισῶν ἐν αὐτοῖς ἀδύνατοι γίγνονται πρὸς
4. τὸ μετέωρον ἀναφέρειν τὴν χεῖρα· δι’ αὐτὰ δὲ ταῦτα καὶ
5. ὀδυνῶνται κατὰ τὰς κινήσεις, οὐ μόνον ταύτας, ἀλλὰ καὶ
6. τὰς ἄλλας τῆς χειρός. ἡ δὲ κατὰ τὴν ἐπωμίδα κοιλότης
7. κοινὴ καὶ αὐτὴ πρὸς ἐπίσπασμα. ὁ δὲ ἐν μασχάλῃ παρὰ
8. φύσιν ὄγκος σκληρὸς καὶ ἐπιφερὴς, ἱκανὸν σημεῖον ἐκπεπτωκότος
9. βραχίονος, ὥστε μόνῳ γε αὐτῷ πιστεύσας οὐκ
10. ἂν ἁμάρτοι, καὶ μέντοι καὶ ῥᾴστην ἔχει τὴν διάγνωσιν ἐνταῦθα
11. καὶ χρὴ μόνον εἰς τὴν μασχάλην τοὺς δακτύλους ἐνθέντα
12. ψαῦσαι τῆς ἐξοχῆς καὶ φανεῖται σαφῶς ἡ κεφαλὴ
13. τοῦ βραχίονος ἐνταῦθα. τὰ δὲ τῶν μυῶν πάθη διὰ τὸ
14. μήτ’ ἀνατείνειν δύνασθαι τὸν βραχίονα μήτε ἀνωδύνως
15. κινεῖν, γεγυμνασμένου τε δεῖται λογισμοῦ καὶ πολλῆς περισκέψεως
16. χρῄζει. συνεισέρχεταί γε μὴν καὶ τούτων ἡ γνῶσις
17. τοῖς μεγίστην τε δύναμιν ἔχουσι καὶ ῥᾴστοις γνωσθῆναι,
18. ἐάν τ’ ἐμπειρικῶς ἐάν τε λογικῶς μεταχειρίζηταί τις τέχνην.
1. ὅ τε γὰρ ἐμπειρικὸς ἐπισκοπούμενος τὰς ὑπ’ αὐτῶν
2. καλουμένας συνδρομὰς, αἵ τινές εἰσι συμπτωμάτων ἀθροίσματα
3. ὅταν πολλάκις θεάσηται τὰ αὐτὰ καθ’ ἕνα καιρὸν
4. ὁμοίως πάντα μνημονεύει. κἀπειδὰν ἐκ τῆς τηρήσεως ταύτης
5. πολλῶν συνδρομῶν ἐμπειρίαν ἔχῃ, τηνικαῦτα δ’ αἰσθάνεται,
6. τίνα μὲν ἐν πολλαῖς συνδρομαῖς ἐθεάσατο
7. συμπτώματα, τίνα δὲ ἐν μιᾷ μόνῃ, καὶ οὕτως εἰς ἔννοιαν
8. ἔρχεται τῶν κοινῶν τε καὶ ἰδίων, ᾧ πάλιν ἕπεται γνῶσις
9. τῆς κατὰ δύναμιν διαφορᾶς τῶν σημείων. ὁ μὲν γὰρ ἐν
10. πολλαῖς ὤφθη συνδρομαῖς ἢ πάσαις πολὺ λείπεται τῶν ἐν
11. μιᾷ μόνῃ φανέντων, τὸ δὲ ἐν ὀλίγαις ἔλαττον τούτων καὶ
12. μάλιστα τὸ κατὰ δύο μόνας. ὅμως οὖν ὥσπερ καὶ τῶν
13. ἰδίων ἐγένετο τηρητικός τε καὶ μνημονευτικὸς ὁ ἐμπειρικὸς
14. ἰατρὸς, οὕτω καὶ τῶν κοινῶν· καὶ γὰρ ταῦτα πάντη τε
15. καὶ πάντως ἅμα τοῖς ἰδίοις ἐτήρησεν, ὅσα μὲν ἐκείνοις γιγνόμενα.
16. πολὺ δὲ μᾶλλόν τε καὶ θᾶττον ὁ τῷ λόγῳ τῶν
17. σημείων ἑκάστου πάθους εὕρεσιν ποιησάμενος, ἐν ᾧ τά τε
1. ἴδια καὶ τὰ κοινὰ, μὴ ὅτι χρόνον πολὺν ἀναμείνας, ὥσπερ
2. ὁ ἐμπειρικὸς, ἀλλὰ μηδεμίαν ἡμέραν ἢ ὥραν. νοήσας γὰρ
3. ἐκπεπτωκότα τῆς ἰδίας βραχίονα χώρας καὶ πρὸς τὴν μασχάλην
4. ἐνηνεγμένον, πρῶτον μὲν ὡς ἐνταῦθα παρὰ φύσιν
5. ὄγκος φανεῖται συνεπινοεῖ, δεύτερον δὲ ὅτι κοῖλος ὁ κατὰ
6. τὴν ἐπωμίδα τόπος ἔσται, τῆς πρότερον ἐν αὐτῷ κεφαλῆς
7. τοῦ βραχίονος ἐστερημένος, εἰς τὸ κατὰ τὴν μασχάλην χωρίον
8. μεθεστηκυίας, προσέτι δὲ καὶ ὡς ὁ τῆς ὠμοπλάτης
9. αὐχὴν, ὃς ἐπικείμενος τῷ βραχίονι ἀνατείνεσθαι τὴν χεῖρα
10. κωλύει καὶ ὡς ὀδυνήσονται σφοδρῶς οἱ μύες ἰσχυρῶς τεινόμενοι,
11. κινεῖν οὕτως τὸν βραχίονα προαιρούμενοι· ὡσαύτως
12. δὲ καὶ ὅτι παρὰ τὰς πλευρὰς παράγειν ἐπιχειροῦσι τὸ
13. πεπονθὸς κῶλον ὀδυνᾶσθαι συμβήσεται. ὥστε καὶ οὕτως
14. εἴσεται πάντη τε καὶ πάντως οὐ μόνον τὰ μεγίστας ἔχοντα
15. δυνάμεις, ἀλλὰ καὶ τὰ ἄλλα. διὰ μιᾶς γὰρ ὁδοῦ πάντα
16. εὑρίσκεται, διὰ τῆς ἑτέρας ἀγνωθῆναι τοῖς μὴ ῥᾴστοις
17. εὑρίσκομεν, ἀλλὰ κατ’ ἔνδειξιν. ἡ γὰρ ἐν τῇ μασχάλῃ κεφαλὴ
18. τοῦ βραχίονος ἑτοιμοτάτην ἔχει τὴν δύναμιν, ἡ δὲ
1. τῶν μυῶν διάθεσις ἐπισκέψεως πλείονος δεομένη, ἀλλ’ ὅμως
2. καὶ αὕτη κατ’ ἀμφότερα λειπομένη τῷ τε τῆς διαγνώσεως
3. ῥᾴστῳ καὶ τῇ δυνάμει τοῦ κατὰ τὴν μασχάλην ὄγκου, διὰ
4. τῆς αὐτῆς θεωρίας τοῖς τεχνικοῖς ἰατροῖς εἰς γνῶσιν ἔρχεται.
5. εἰκότως οὖν Ἱπποκράτης ἐκέλευσε τὰς διαγνώσεις τῶν
6. παθῶν, ἃς καὶ σημειώσεις ὀνομάζουσιν οἱ νεώτεροι κατὰ
7. τὴν ὁμοίου καὶ ἀνομοίου θεωρίαν ποιεῖσθαι πρὸ τῶν ἄλλων
8. τῆς τέχνης ἔργων, τουτέστι τῶν κατὰ πρόγνωσίν τε καὶ
9. θεραπείαν. εἰκότως δὲ καὶ διὰ τῶν μεγίστων τε τῇ δυνάμει
10. καὶ ῥᾴστων τῇ διαγνώσει καὶ πρὸς τούτοις ἔτι τρίτον τὸ,
11. πάντη μὲν καὶ πάντως τούτοις γιγνωσκόμενον, ἀπολειπομένων
12. δὲ ἀξιώματί τε καὶ τῷ τῆς διαγνώσεως ἑτοίμῳ. προειρηκὼς
13. οὖν διὰ τούτων ἀφ’ ὧν χρὴ τὰς διαγνώσεις τῶν παθῶν
14. ποιεῖσθαι, τουτέστιν ὅτι διὰ τῶν ὁμοίων τε καὶ ἀνομοίων
15. τοῖς κατὰ φύσιν ἔχουσιν, ὁποῖά γε ταῦτα ὑπάρχει,
16. μεταβαίνει κατὰ τὴν ἑξῆς ῥῆσιν, ἐπὶ τὴν διδασκαλίαν
17. αὐτῶν ὀνομαστὶ λέγων.