1. Ὑπ’ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις καὶ καταφανής
2. τε ἡ μετριότης.
3. Ἐδείχθη πρόσθεν. οὐδὲν γὰρ τῶν ἄλλων μορίων πλὴν
4. ὀφθαλμῶν δεῖται τῆς τοιαύτης χειρουργίας. ἐπεὶ δὲ, ὡς
5. ἔφην, ἀπεστράφθαι τελέως τὴν αὐγὴν ἀδύνατόν ἐστιν ἐν
6. ταῖς χειρουργίαις, ἐν τῷ μεταξὺ βούλεται τοῦ τ’ ἀπεστράφθαι
7. καὶ τοῦ πρὸς αὐγὴν ἐστράφθαι σχηματίζειν τὸν ἄνθρωπον.
8. οὐ μὴν ἴσον ἐπὶ πάντων τῶν παθῶν ἀπεστράφθαι
9. προσήκει τὸν ἰατρὸν τῆς αὐγῆς, ἐφ’ ὅσον αὐτὸ τὸ πάθος ἀναγκάζει.
10. οἱ μὲν γὰρ ἡλκωμένοι καὶ ὑπόπυοι καὶ σταφυλώματα
11. ἔχοντες ἢ καὶ φλεγμονὴν μεγάλην ἢ ῥεῦμα δριμὺ καὶ πρὸς
12. τῆς ὀλίγης αὐγῆς πλήττονται σφοδρῶς, ὡς ὀδυνᾶσθαί τε
13. καὶ ῥευματίζεσθαι παραχρῆμα. τούτων δ’ ἧττον ὑπὸ τῆς
14. αὐγῆς ἐνοχλεῖται παρακεντούμενός τις ἢ πτερύγιον ἢ ἐγκανθίδα
15. χειριζόμενος. ἡ τοίνυν τῆς ἀποστροφῆς μετριότης,
16. ἣν ἀπὸ τῆς αὐγῆς ἀπεστράφθαι προσήκει τὸν χειριζόμενον,
1. εὑρεθήσεταί σοι δύο τούτοις προσέχοντι σκοποῖς, τῷ τε σαφῶς
2. ὁρᾷν τὸν ἰατρὸν, ὃ πράττει παρὰ τὸν ὀφθαλμὸν ἐν
3. τῇ χειρουργίᾳ, τῷ τε μὴ σφοδρῶς ἀνιᾶσθαι τὸν χειριζόμενον,
4. ἐπεὶ ἑκάτερος σκοπὸς ἐναντίον ὑπαγορεύει σχῆμα κατὰ
5. τὸν ἐπικρατοῦντα ποιῶν τὴν αἵρεσιν. εἰ δέ σοι δόξειε μηδ’
6. ἕτερος ἐπικρατεῖν, τὸ μέσον αἱροῦ σχῆμα τῶν τε ἀκριβῶς
7. ἐστραμμένων πρὸς τὴν αὐγὴν καὶ τῶν ὑπεστραμμένων αὐτήν.
8. ἐγώ σοι τὴν ὁδὸν ἀφηγησάμην, ᾗ χρώμενος εὑρήσεις τὸ μέτριον
9. τῆς ἐπιστροφῆς, Ἱπποκράτης δὲ εἶπεν, ἡγούμενος
10. ἅπασαν καταφανῆ τὴν μετριότητα γενέσθαι ῥᾳδίως, εἰ βουληθεῖεν
11. εὑρεῖν. οὐ γὰρ ἀπαιδεύτους ἀνθρώπους, ὡς ἡμεῖς
12. νῦν, ἀλλ’ ἱκανῶς γεγυμνασμένους ἐν τοῖς μαθήμασιν ἐδίδαξεν,
13. ὡς τὰ τοιαῦτα καὶ αὐτοὺς ἐπινοεῖν ἑτοίμως ἐξ ἀκολουθίας
14. τοῖς τῶν προδεδειγμένων.