1. Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων
2. αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸν
3. χειριζόμενον.
4. Ὅσον μὲν ἐπὶ τὸ δεῖν ἐναργέστατα βλέπειν τὸν ἰατρὸν,
5. ὅσα πράττει κατὰ τὴν χειρουργίαν, ἐν τῷ τοῦ κάμνοντος
6. σώματι, τὴν λαμπροτάτην αὐγὴν αἱρεῖσθαι χρὴ, κατὰ
7. πάντα τὰ μόρια, πλὴν ὀφθαλμῶν. ἡ λαμπροτάτη δέ ἐστι
8. τῶν αὐγῶν ἐν ὑπαίθρῳ χωρίῳ τοῦ ἡλίου καταλάμποντος
9. αὐτὸν, μηδενὸς ἐπισκοτοῦντος. ἀλλ’ ἐνίοτε μὲν οὐδέν ἐστι
10. τοιοῦτον ἐν τῇ τοῦ χειριζομένου καταγωγῇ. πολλάκις δέ ἐστι
11. μὲν, ἀλλ’ οὐ συμφέρει εἰσάγειν εἰς αὐτὸ χειμῶνος μὲν διὰ
12. κρύος, ἐν θέρει δὲ διὰ θάλπος· ἑκατέρου γὰρ αὐτῶν ἐστιν
13. ἰδία βλάβη, καὶ πρὸς τούτοις ἔτι φυλάττεσθαι χρὴ τοὺς
14. ἀνέμους, ὥστε διὰ τούτους οὐ μόνον αὐτὸν καλὸν ἀέρα φεύγομεν
15. πολλάκις, ἀλλὰ καὶ τὸν πλησίον θύρας καὶ θυρίδος
16. ἄνεμον εἰσπνέοντα σφοδρῶς ἄγειν τὸν ἐνεργούμενον. ἐπ’
1. ἐκείνων δὲ μάλιστα φεύγομεν ἄνεμον, ἐφ’ ὧν εὐλαβούμεθα
2. παθεῖν τι τὸ νευρῶδες γένος, ὥσπερ γε πάλιν ἥλιον ἐπὶ
3. τῶν σηπομένων, ὡς πρὸς αἱμοῤῥαγίαν ἐπιτηδείως ἐχόντων.
4. καλῶς οὖν προσέθηκε τῶν παρεουσέων, τῶν συμφερουσέων,
5. οὐ γὰρ ἁπλῶς ἐκ τῶν παρουσῶν αὐτῶν αἱρεῖσθαι χρὴ τὴν
6. λαμπρότητα, ἀλλὰ καὶ προσεπιβλέπειν, εἰ καὶ τῶν συμφερουσῶν
7. αὐγῶν ἐστιν ἡ λαμπροτάτη.