Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.13, ed. Kühn, 1830, vol. 18b, p. 685-688. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.13


1. Οὑτωσὶ δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ
2. χειρίζοντα ἐναντίον τῷ χειριζομένῳ πλὴν ὥστε μὴ
3. ἐπισκοτάζειν.

4. Ἐχρῆν γὰρ ὡδί πως ἑρμηνεύεσθαι τὴν ὅλην διάνοιαν
5. ὑπ’ αὐτοῦ. τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεούσων, ἐκ τῶν
6. συμφερουσῶν αὐγέων πρὸς τὴν λαμπρότητα τρέπειν τὸ χειριζόμενον.
7. οὐ μὴν ἂν καθαράν γε καὶ ἀνεπισκότητον φυλάττειν
8. χρὴ τὴν αὐγὴν, ἀλλ’ ἐν οἷς λαθεῖν ἂν ἢ ὁρᾷν αἰσχρὸν
9. ἑαυτὸν οὕτως σχηματίζειν, ὡς τοὺς μὲν ὅλως πάντας
10. ἀφαιρεῖσθαι τῆς θέας τῶν χειριζομένων μορίων, ἑαυτῷ δὲ
11. κατὰ μηδὲν ἐπισκοτεῖν. ἡ μὲν δὴ διάνοια τῆς ὅλης
12. ῥήσεώς ἐστι τοιαύτη. τάχα δέ τις ἀκοῦσαι ποθεῖ σαφῶς
13. τὴν ἀπόθεσιν, ἣν βούλεται λαβεῖν ὁ ἰατρὸς τοὺς περιεστῶτας.
14. ἴσως μὲν οὖν ἐνίων χειρουργιῶν τὸ ἀκριβὲς, οὐδὲ
15. διδάξαι βουλήσεταί ποτε τῶν παρόντων τινὰς οὐκ ἀξίους
1. ὄντας αὐτὸ μαθεῖν. οὐ μὴν ἀλλὰ τούς γε τῶν χειριζομένων
2. οἰκείους, ἐνίοτε βουλομένους μὴ τέμνειν, ὅσα περ τέμνει σώματα,
3. δεόμενα δηλονότι τῆς τοιαύτης χειρουργίας. ἀνιῶνται
4. γὰρ ἅμα καὶ ἀγανακτοῦσι πρὸς τὸν ἰατρὸν, ὡς δήμιον.
5. ἀλλὰ καὶ ὄρχιν σεσηπότα πολλάκις ἀναγκαῖον ἐγένετο τελέως
6. ἐκκόψαι καὶ νεῦρον διαταμεῖν ὅλον ἐγκάρσιον, ἕνεκα τοῦ μὴ
7. σπασθῆναι τὸν ἄνθρωπον. ἔνιοι δὲ τῶν ἰδιωτῶν
8. οὐδὲ πύου πάθος ὑπομένουσι θεάσασθαι, τινὲς δὲ ἐπιτρέπουσιν
9. ὅλως ἀνοῖξαι σῶμα πύου χωρίου, ἐφ’ ὧν ὁ ἰατρὸς
10. τῶν οὐ καταμανθάνων οἷς τὸν πεπονθότα τόπον ἔτεμνεν
11. ἀφθόνως καὶ πᾶν ἐξέκρινε τὸ πῦον· ἀλλὰ διὰ δειλίαν τῶν
12. καμνόντων ἐνίοτε τοῦθ’ ἡμῖν πράττεται. εἰσὶ γάρ τινες
13. οὕτω δειλοὶ πρὸς τὰς χειρουργίας, ὡς λειποψυχεῖν πρὶν
14. τμηθῆναι διὰ τὴν τῆς ὀδύνης προσδοκίαν. ἐπὶ τούτων ἀξιοπίστως
15. χρὴ περὶ μὲν τῆς χειρουργίας λέγειν αὔριον σκέψασθαι,
16. κατὰ δὲ τὸ παρὸν ἐᾷν. νῦν δὲ καταντλεῖν ὕδατι
17. ἢ πυριᾷν σπόγγοις, ὡς παρασκευάζοντα τὸ μόριον εἰς ἐπίθεσιν
18. καταπλάσματος ἢ φαρμάκου, κἀν τούτῳ μὴ προσδοκῶντα
1. τὸν δειλὸν ἄνθρωπον τέμνειν. ἐν μὲν δὴ τοῖς τοιούτοις
2. ὁ μὲν ἰατρὸς ἐπισκοπήσει θεάσασθαι τοῖς παροῦσιν
3. ἕνεκα τοῦ λαθεῖν. ἐν ἄλλοις δὲ διὰ τὴν αἰδὼ τοῦ κάμνοντος,
4. ἐπειδὴ περὶ πολλοῦ ποιῆται μὴ βλέπεσθαι τοῖς πολλοῖς
5. ἣν ἔχει διάθεσιν ἤτοι κατὰ ἕδραν ἢ ἐν τοῖς αἰδοίοις.
6. ταῦτα γάρ ἐστιν ἃ βούλονται οἱ πάσχοντες λανθάνειν· ἐν
7. εἴδει δὲ τῶν γυναικῶν καὶ κατὰ τὰς πυγὰς καὶ τὸ στῆθος,
8. τισὶ δὲ καὶ κατὰ τὴν γαστέρα καὶ πολὺ δὴ μᾶλλον ἔτι κατὰ
9. τὸ καλούμενον ἐφήβαιον. ἐγκαλῶν δέ τις ἐνταῦθα αὐτὸν
10. Ἱπποκράτην γελοίως αὐτὸν ἔφη τοῦτο γεγραφέναι. τοῖς γὰρ
11. αἱρουμένοις μὴ ὀφθῆναι τὰ τοιαῦτα μόρια χειριζόμενα, πάρεστιν
12. ἐκβαλλόμενον τοῦ οἴκου τοὺς ἔνδον ὄντας ἅπαντας
13. ἐπιστρέψαι μόνῳ τῷ ἰατρῷ τὸ ἔργον ἢ καί τινος ἑνὸς ἢ
14. δυοῖν τῶν οἰκειοτάτων παρόντων. ἀλλὰ ταῦτα λέγων οὐ
15. πεπείραται πολλῶν αἰδουμένων, ὥσπερ ὀφθῆναι τοῖς παροῦσι
16. τὰς διαθέσεις αὐτῶν, οὕτω καὶ κωλῦσαι τῆς θέας
17. ἐνίους καὶ χωρίζεσθαι σκευάσαι. πολλάκις δὲ κἂν κελεύωσι
18. χωρίζεσθαί τινας φιλονεικοῦντες ἢ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες
1. ἐπίστασθαι τὰ τοῦ κάμνοντος ἔνιοι τῶν
2. οἰκείων ἢ φίλων ἀναιδῶς παραμένουσιν. ἐν τοῖς τοιούτοις
3. οὖν καιροῖς χαρίζεσθαι χρὴ τῷ κάμνοντι τὸν ἰατρὸν ἄλυπον
4. χάριν ὑποσχέσθαι τε κατὰ μόνας αὐτὸν καὶ μηδενὸς
5. ἀκούσαντος, οὕτω ποιήσασθαι τὴν χειρουργίαν, ὡς λαθεῖν
6. τοὺς πολλούς. δύναται γὰρ, ὡς ἔφην, ἐν τῷ καταντλεῖν
7. ὕδωρ ἢ διὰ σπόγγων πυριᾷν, ὡς μηδέπω μέλλων ἐνεργεῖν,
8. ἐξαίφνης ἀνύσαι τὸ ἔργον, ἀλλ’ ἔτι πραττόντων τῶν πολυπραγμονούντων
9. θεάσασθαι. τὰ μὲν δὴ τοιαῦτα τῶν ἀμφισβητημάτων
10. ἔξωθέν ἐστι τῶν τῆς ἰατρικῆς θεωρημάτων.
11. ἡμεῖς δὲ ἐξ ἀκολουθίας ἢ καὶ διὰ τὴν ἀντιλογίαν τῶν ἐπηρεαζόντων,
12. ἀναγκαζόμεθα μνημονεύειν αὐτῶν. ἐπὶ δὲ τὰ
13. συνεχῆ τοῖς προειρημένοις ἤδη μετιέναι καιρός.

Cliquer un n° de page pour en afficher l’image