Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.15, ed. Kühn, 1830, vol. 18b, p. 689-691. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.15


6. Πρὸς ἑωυτὸν δὲ καθημένῳ μὲν πόδες ἐς τὴν ἄνω ἴξιν κατ’
7. ἰθὺ γούνασι, διάστασιν δὲ ὀλίγον συμβεβηκότες, γούνατα
8. δὲ ἀνωτέρω βουβώνων σμικρὸν διάστασιν ἀγκῶσιν
9. θέσει καὶ παραθέσει.

10. Τὴν πρὸς τὴν αὐγὴν συμμετρίαν τοῦ χειρίζοντος διελθὼν
11. πρὸς τὴν ἑαυτοῦ συμμετρίαν ἧκεν. εἰρηκὼς γὰρ ἔμπροσθεν·
12. ὁ δρῶν καὶ καθήμενος ἢ ἑστεὼς ξυμμέτρως πρὸς
13. ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, εἶτα πρὸς
14. τὸ τελευταῖον ἀπαντήσας πρῶτον, ἅμα δ’ αὐτῷ πρὸς τὸ
1. χειριζόμενον συμμετρίαν ἐξ ἀνάγκης μνημονεύσας, ἐπὶ τὴν
2. αὐτοῦ πρὸς ἑαυτὸν ἀφίκετο συμμετρίαν τοῦ χειρίζοντος. αὐτὸν
3. δὲ πρὸς ἑαυτὸν συμμέτρως ἔχειν θέσεως, οὐδὲν τῶν
4. ἁπλῶν ὂν καὶ οἷον τὸ κατ’ ἄρθρον διῃρημένον, ἢν δὲ τὰ
5. μόρια σκοπῇς, ὡς ἄλλοτε ἄλλην ἴσχει θέσιν ἐν ποικίλοις
6. σχήμασιν, οὕτως ἂν δύναιτό ποτε μὲν ἔχειν συμμέτρως.
7. ἐὰν γοῦν τις ἐπὶ πλεῖστον ἀλλήλων ἀπαγάγῃ καθήμενος ἢ
8. ἑστὼς, ἀμέτρως ἂν ἔχοι τοῖς μορίοις τούτοις πρὸς ἄλληλα,
9. καθάπερ εἰ καὶ συνάγοι τελέως αὐτὰ καὶ ψαύειν ποιήσειεν
10. ἢ καταθείη τὸ ἕτερον ἑτέρου ἢ μᾶλλον ἀποτείνοι κατὰ μῆκος
11. ὅλον τὸ σκέλος ἢ εἰ κατ’ εὐθὺ θείη τὸν πόδα τοῦ γόνατος,
12. ἀλλ’ εἰς τοὐπίσω πολὺ τῆς εὐθύτητος ἀποκεχωρηκώς.
13. εὐλόγως οὖν ὁ Ἱπποκράτης τὴν αὐτοῦ πρὸς ἑαυτὸν ἑκάστου
14. συμμετρίαν ἐν τῷ καθεῖσθαι τὴν τῶν μορίων ὡρίσατο πρὸς
15. ἄλληλα σχέσιν, τοὺς μὲν πόδας κατ’ εὐθὺ τῶν γονάτων
16. ἀξιώσας κατέχειν. ἐπεὶ δὲ τὸ κατ’ εὐθὺ διττόν ἐστι, τὸ
17. μὲν κατὰ τὸ μῆκος ἐκτεινόντων τὸ κῶλον, τὸ δὲ εἰς ὕψος
1. ἀνατεινόντων, ὥσπερ ὅταν ὀρθοὶ στῶμεν, εἰκότως
2. προσέθηκεν εἰς τὴν κάτω ἴξιν. ὀνομάζει δὲ συνήθως ἴξιν
3. ἀεὶ τὴν εὐθύτητος θέσιν. ἄρα τοιγαροῦν τοὺς πόδας ὀλίγον
4. ἀπ’ ἀλλήλων ἀξιοῖ, τὸ δὲ ὡς πρὸς βουβῶνα τοῦ γόνατος
5. ὕψος ὀλίγον ὑπερέχειν, σκοπὸν ἔχων ἐν τοῖς πᾶσι τήν
6. τε εὐσχημοσύνην καὶ τὴν εἰς τὰς ἐνεργείας ἑτοιμότητα καὶ
7. τὴν ἀσφάλειαν τῆς ἕδρας, ὡς δυσπερίτρεπτον τὸν καθεζόμενον
8. οὕτως. διὸ καὶ τὰ γόνατα καὶ ὅλους δηλονότι τοὺς
9. μηροὺς ἄχρι τῶν βουβώνων διάστασιν ἔχειν ἀξιοῖ τοσαύτην
10. ἀπ’ ἀλλήλων, ὡς εὐσχημόνως τε ἅμα καὶ ἀσφαλῶς καὶ πρὸς
11. τὰς ἐνεργείας ἀκωλύτως ἐνίοτε μὲν ἐρείδεσθαι τοὺς ἀγκῶνας
12. τῶν χειρῶν κατὰ τοὺς πήχεώς τι μέρος, ἐνίοτε δὲ ἑκατέρωθεν
13. αὐτῶν παρατεταγμένας ἐνεργεῖν· τὸ μὲν γὰρ θέσει
14. τῆς ἐπ’ αὐτῶν ἕδρας δηλωτικὸν, τὸ δὲ παραθέσει τῆς
15. τῶν πλαγίων.

Cliquer un n° de page pour en afficher l’image