Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.16, ed. Kühn, 1830, vol. 18b, p. 692-694. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.16


1. Ἱμάτιον εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.

2. Τὸ μὲν εὐσταλέως ἀντὶ τοῦ προσεσταλμένως εἴρηκεν,
3. ὡς μήτε περιτετραμμένον αὐτὸ μήτε χαλαρὸν περικεῖσθαι
4. τῷ σώματι τοῦ ἰατροῦ. τὸ δὲ εὐκρινέως ἐπ’ αὐτοῦ τοῦ
5. ἱματίου λέλεκται· κελεύει γὰρ καὶ τοῦτο μηδὲν αὐτοῦ μέρος
6. ἐνδεδιπλῶσθαι. τὸ δ’ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον,
7. ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν, ἀμφίβολόν ἐστιν· ἤτοι
8. γὰρ ἴσως καὶ ὁμοίως ἐν ἀμφοτέραις ταῖς χερσὶ περιβεβλῆσθαι
9. τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοισιν ἀξιοῖ τὸ ἱμάτιον, ὡς
10. παραβάλλεσθαι τὰς δύο χεῖρας ἀλλήλαις, ὅπερ οἱ πολλοὶ
11. συγκρίνεσθαι καλοῦσιν ἢ τοὺς ἀγκῶνας, ἢ τοὺς ὤμους ἀλλήλοις
12. παραβάλλει κατ’ ἀμφοτέρας τὰς χεῖρας, κελεύων ἴσως
13. καὶ ὁμοίως τοῖς ἀγκῶσι καὶ τοῖς ὤμοις καθ’ ἑκάτερον αὐτῶν
14. περιβεβλῆσθαι τὴν χεῖρα. ὅτι μὲν οὖν οὐκ ἀνωτέρω
15. τῶν ἀγκώνων βούλεται τὴν περιβολὴν γίγνεσθαι τοῦ ἱματίου
16. πρόδηλον. ἀσκεπάστους γὰρ εἶναι τούτους αἰσχρὸν οὐκ ἰατρῷ
1. μόνον οὕτω σεμνὴν ἐργαζομένῳ τέχνην, ἀλλὰ καὶ τοῖς
2. κατὰ τὴν ἀγορὰν ἐν θορύβῳ πολλῷ δίκας λέγουσιν, οὗ καὶ
3. αὐτοὺς αἰδουμένους ἰδεῖν ἔστιν, ἀνωτέρω τῶν ἀγκώνων ἔχειν
4. τὸ ἱμάτιον, ὡς εἰς παγκράτιον παρεσκευασμένους·
5. ἔστι δὲ καὶ ἄλλως ἐκκρῖναι τὸ τοιοῦτον τῆς περιβολῆς εἶδος,
6. ψυκτικὸν οὐ μόνον τῶν κατὰ ἀγκῶνα μορίων, ἀλλὰ καὶ τῆς
7. ὅλης χειρός· οὐ μὴν ἐδήλωσε τὸ ποσὸν, εἴπερ τὸν δεξιὸν
8. ἀγκῶνα τοῦ πήχεως ἐπιλαμβάνειν αὐτὸ προσῆκεν· ἢ δηλονότι
9. παρέλιπεν ὡς σαφὲς τοῦτο καὶ πρὸς ἁπάντων ἡμῶν
10. εὑρεθῆναι δυνάμενον. οὐ γὰρ χαλεπόν ἐστι στοχάσασθαι
11. καθ’ ἑκάστην ἐνέργειαν, ὁπόσον δεῖ τοῦ ἱματίου τοὺς ἀγκῶνας
12. ὑπερβαίνοντος ἐκτετάσθαι κατὰ τοῦ πήχεως, σκοπὸν
13. κἀνταῦθα πεποιημένους τόν τε τῆς εὐσχημοσύνης καὶ τὰς
14. τῆς πρὸς τὴν προκειμένην χειρουργίαν χρείας. ὥσπερ δ’
15. ὀλίγον ἔμπροσθεν ἐφ’ ὧν ἐχρῆν λαθεῖν, ἐναντίους
16. ἔφην εἶναι σκοποὺς, ἵνα μὲν μὴ βλέπηται τὸ φαινόμενον
17. δέον σκοτεινοῦ ἀέρος, ἵνα δὲ τὸ χειριζόμενον ὁ χειρίζων
18. αὐτὸ βλέπῃ, λαμπροῦ φωτός. ὅ ποτε δ’ ἂν αὐτῶν ἐπικρατῆ, 
1. τὸν σκοπὸν ἐκείνῳ προσχωρεῖν. εἰ δέ σοι δόξειεν εἶναι
2. τὸ μέσον ἀκριβῶς ἀμφοτέρων αἱρεῖσθαι, κατὰ τὸν αὐτὸν
3. τρόπον καὶ νῦν ἐστι καὶ διὰ παντὸς ἐπὶ πάντων ποιητέον,
4. ἔνθα πρὸς ἐναντία πράγματα ποδηγοῦσιν οἱ σκοποὶ, τὸ μέσον
5. μὲν ἀμφοῖν αἱρουμένους πάντως, ὁπότερος δ’ ἂν ἐπικρατῇ,
6. πρὸς ἐκεῖνον ἐκκλίνοντας. τὸ μὲν οὖν κατὰ τὴν
7. χειρουργίαν ὅσον ἐπ’ αὐτῇ ἐδεῖτο τῆς ὅλης χειρὸς γυμνῆς,
8. τὰ δὲ τῆς εὐσχημοσύνης ὅλης αὐτῆς ἐσκεπασμένης· διὰ
9. τοῦτ’ οὖν ἀεὶ μὲν τὸ μέσον ἀμφοῖν αἱρεῖσθαι προσήκει,
10. προσχωρεῖν δὲ τῷ μᾶλλον ἐπείγοντι.

Cliquer un n° de page pour en afficher l’image