Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.17, ed. Kühn, 1830, vol. 18b, p. 694-698. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.17


11. Πρὸς δὲ τὸ χειριζόμενον τοῦ μὲν πρόσω καὶ ἐγγὺς καὶ ἄνω
12. καὶ κάτω καὶ ἔνθα ἢ ἔνθα ἢ μέσον. τοῦ μὲν πρόσω καὶ
13. ἐγγὺς ὅριον ἀγκῶνες· εἰς μὲν τὸ πρόσθεν γούνατα μὴ
14. ἀμείβειν, εἰς δὲ τὸ ὄπισθεν πλευράς. τοῦ δὲ ἄνω μὴ
15. ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν, τοῦ δὲ κάτω μὴ
1. κατωτέρω ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχειν. ἄκρας
2. χεῖρας ἐγγωνίους πρὸς βραχίονας σχηματίζειν. τὰ μὲν
3. κατὰ μέσον οὕτως, τὰ δὲ ἔνθα ἢ ἔνθα μὴ ἔξω τῆς ἕδρας.
4. κατὰ λόγον δὲ τῆς ἐπιστροφῆς προβαλλόμενον τὸ σῶμα καὶ
5. τοῦ σάματος τὸ ἐργαζόμενον.

6. Ἐπειδὰν τὸν ἰατρὸν ἐκέλευσε συμμέτρως ἔχειν πρὸς
7. ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγὴν, ἤτοι καθήμενον
8. ἢ ἑστῶτα καὶ πρῶτον ἐνεχείρισε λέγειν τὴν τοῦ καθημένου
9. συμμετρίαν πρὸς ἕκαστον τῶν τριῶν, ἀρξάμενος
10. ἀπὸ τῆς αὐγῆς. εἶτα μεταβὰς ἐπὶ τὴν πρὸς ἑαυτὸν αὐτοῦ
11. συμμετρίαν καὶ ταύτην διελθὼν ἐπὶ τὸ λοιπὸν ἔτι τρίτον
12. ἥκει, διδάσκων τὴν πρὸς τὸ χειριζόμενον αὐτοῦ συμμετρίαν.
13. οὔτε γὰρ ἐγγὺς πάνυ προσήκει καθῆσθαι τοῦ χειριζομένου
14. τὸν ἰατρὸν, ὡς ὑπὸ στενοχωρίας ἐμποδίζεσθαι
15. τὰς τῶν χειρῶν ἐνεργείας οὕτε διεστηκέναι τοσοῦτον, ὡς
16. μόγις ἐφικνεῖσθαι τοῦ χειριζομένου. τίθησι γοῦν κἀνταῦθά
17. τινας ὅρους, ὧν οὔτ’ εἰς τὸ πρόσω χωρεῖν οὔτ’ εἰς τοὐπίσω
1. προσήκει τὸν χειρίζοντα. μεμνήμεθα δὲ ὅτι περὶ τοῦ
2. καθημένου πρῶτον ὁ λόγος ἐστὶν αὐτῷ. τοσοῦτον οὖν ἀξιοῖ
3. διεστηκέναι τοῦ κάμνοντος, ὡς μήτε προσωτέρω ποτὲ τῶν
4. γονάτων ἴσχειν τοὺς ἀγκῶνας μήτε ὀπίσω τῶν πλευρῶν.
5. ἐπὶ μὲν δὴ τῆς κατὰ τοὐπίσω τε καὶ πρόσω διαστάσεως
6. τούτους ἔθετο τοὺς ὅρους. ὀνομάζεται δὲ κατὰ
7. τὸ μῆκος ἡ διάστασις αὕτη· λοιπῶν δὲ οὐσῶν δυοῖν διαστάσεων,
8. μιᾶς μὲν τῆς κατὰ τὸ πλάτος, ἑτέρας δὲ τῆς κατὰ
9. τὸ βάθος καὶ ὕψος, ἑκατέρως δὲ ὀνομάζεται, τῆς μὲν κατὰ
10. τὸ ὕψος ὅρια τίθησι μήτε ἀνωτέρω τῶν μαστῶν ἄκρας
11. χεῖρας ἔχειν τὸν ἐνεργοῦντα μήτε κατωτέρω ἢ ὡς τὸ στῆθος
12. ἐπικείμενον ἔχοντα τοῖς γόνασι, τὰς χεῖρας ἐγγωνίους
13. ἐσχηματικέναι πρὸς τὸν βραχίονα. καλεῖ δὲ ἐγγωνίους, ὅταν
14. ὀρθὴν γωνίαν πῆχυς ἐργάζηται πρὸς τὸν βραχίονα, μέσον
15. γάρ ἐστι τοῦτο τὸ σχῆμα καμπῆς τε τῆς κατ’ ἀγκῶνα τελέως,
16. μεθ’ ἣν οὐκέτι κάμψαι δυνατόν ἐστιν, ἐκστάσεώς τε
17. σχήματος, μεθ’ ἣν ἀμήχανον ἔσται ἐπεκτεῖναι τὴν χεῖρα.
18. τῆς δὲ κατὰ πλάτος εἰς τὰ πλάγια μέρη γιγνομένης διαστάσεως
1. ὅρον ἑκατέρως ἐτίθετο τῆς κατὰ τὸ δεξιὸν καὶ τὸ
2. τέλειον, ὡς ἄχρηστον ποιεῖσθαι τὰς ἐπιστροφὰς, ὡς μὴ
3. κατακινεῖσθαι τὰς ἔδρας, τουτέστι τὰ μόρια τοῦ σώματος,
4. οἷς ἑδραζόμεθά τε καὶ στηριζόμεθα κατὰ τῶν ὑποκειμένων.
5. εἴρηνται μὲν οὖν ἐφεξῆς ἀλλήλων οἱ ὅροι κατὰ διαφέροντας
6. χρόνους· ἐν ᾧ καὶ χρόνῳ περὶ τῶν κατὰ μῆκος ἐδίδασκε
7. διαστάσεων, ἐν τούτῳ περὶ τῆς κατὰ πλάτος καὶ ὕψος οὐχ
8. οἷόν τ’ ἦν διδάσκειν, ὥσπερ οὐδὲ ὁπότε περὶ ἑκατέρας τῶν
9. λοιπῶν δυοῖν. αὐτὸν δὲ τὸν ἰατρὸν, οἶμαι, ταῦτα συμβουλεύει
10. διὰ παντὸς τοῦ ἀποβλέπειν χρὴ τῇ διανοίᾳ πρὸς τὰ
11. λελεγμένα πάντα. καὶ γὰρ πάντων ἐστὶν ἅμα χρεία κατὰ
12. πᾶσαν ἐνέργειαν. οὔσης οὖν τινος μέσης καταστάσεως ἐν
13. τῷ καθῆσθαι τὸν ἰατρὸν, ὅταν μὴ βλέπων, μηδὲν ἐνεργεῖ
14. ταύτην. εὐσχημονεστέραν τε καὶ σεμνοτέραν εἶναι προσῆκεν,
15. ὡς εἰ καὶ γραφεύς τις ἢ πλάστης ἔμελλεν αὐτοῦ ποιήσειν
16. εἰκόνα. πρὸς δὲ τὴν χειρουργίαν ἀφικνουμένου χρὴ
17. κινεῖσθαι τὰς χεῖρας, ἐνίοτε μὲν ἅμα πρόσω τε καὶ ἄνω,
18. κἄπειτα δ’ ἐπ’ ἀριστερὰ, μετὰ τοῦ πρόσω τε καὶ ἄνω πάλιν
1. ἐκ τούτων τῶν σχημάτων ἤτοι γε ὀπίσω τὰς χεῖρας
2. ἀμφοτέρας ἢ μόνην μίαν φέρειν. οὕτω δὲ καὶ ἢ κάτω
3. ποτὲ ἢ πάλιν ἄνω καὶ κάτω τε καὶ ὀπίσω. πολυειδῶς γὰρ
4. τὰ σχήματα ὑπαλλάσσεται συμπλεκομένων ἀλλήλαις τῶν διαστάσεων.
5. ἐν ἁπάσαις ταύταις ἐστὶ κοινὸν τὸ φυλάττειν τὴν
6. ἕδραν, ἣν διαφθείρουσιν ἔνιοι τοὺς ὅρους τῶν διαστάσεων
7. ὑπερβάλλοντες. ἐάν τε γὰρ οὕτως ὑψηλὸν ᾖ κείμενον τὸ
8. χειριζόμενον μόριον, ὡς ὑπὲρ τοὺς αὐτοῦ τιτθοὺς ἀναφέρειν
9. τὰς χεῖρας τὸν ἰατρὸν, ἀναγκασθήσεταί ποτε κουφίσαι μετεωρότερον
10. αὐτὸν ἐπὶ τῆς ἕδρας, ὡς ἀνιστάμενος, ὡς μηδὲ
11. ἑστάναι μηδέπω, μηδὲ καθῆσθαι, ἀλλ’ ἐν ἀστηρίκτῳ τε καὶ
12. μέσῳ τούτων σχήματι καθεστάναι· ἄν τ’ ἐπὶ πλεῖστον ἐπὶ
13. τὸ δεξιὸν ἢ ἐπὶ τὸ ἀριστερὸν μέρος ἀποκεχωρηκὼς ἐπ’ ἐκείνοις,
14. αὐτὸς ἐκ τῆς ἕδρας κινηθήσεται, ὡς ὀλισθήσεσθαι ἐξ
15. αὐτῆς κινδυνεύσας. τί δεῖ λέγειν ὡς ἐπὶ τοῦ πρόσω ἢ
16. ὀπίσω μέρους ἀμφοτέρως ὅμοια ποιήσεται· καὶ μόνον γέ
17. τις τοῦ εἰς τὰ κάτω πρὸς τὸ σκοτίζειν αὐτοῦ τὴν ἐνέργειαν,
18. ἐν ᾧ πρέπει σχήματι καθήσεται.

Cliquer un n° de page pour en afficher l’image