1. Ἑστεῶτα δὲ δεῖ καὶ ἐπ’ ἀμφοτέρων βεβαῶτα ἐξ ἴσου
2. τῶν ποδῶν ἅλις· δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβαῶτα μὴ τῷ
3. κατὰ τὴν δρῶσαν χεῖρα ὕψος γούνατι πρὸς βουβῶνα, ὡς
4. ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά.
5. Τὸν περὶ τοῦ καθημένου συμπληρώσας λόγον ἐπὶ τὸν
6. ἐνεστῶτα μετέβη, πάντως αὐτὸν κελεύων φυλάττειν, ὃ μικρὸν
7. ἔμπροσθεν ἐπὶ τοῦ καθημένου ἐκέλευσεν, ὅτι τὸ τῆς
8. βάσεως τῶν ποδῶν ἄνισον· ὑψηλότερον γὰρ εἶναι βούλεται
9. τὸν ἕτερον αὐτῷ, ὡς μὴ κατ’ εὐθύ τι τοῦ ἐνεργοῦντος
10. εἶναι τὴν τοιαύτην στάσιν, ἢν ὅτι καὶ αὐτὴν φυλάξει
11. διὰ πάσης ἐνεργείας, ἐὰν μήτε ὑψηλὸν ἱκανῶς τὸ χειριζόμενον
12. μόριον μήτε ποῤῥώτερον κατὰ τὸ μῆκος ἢ πλάτος.
13. εὔδηλον τῷ μεμνημένῳ τῶν προειρημένων. τὸ μὲν γὰρ οὕτως
14. ὑψηλὸν, ὡς τὸν ἰατρὸν ἀναγκάζεσθαι μετεωροτέρας τῶν
15. ἑαυτοῦ τιτθῶν ἔχειν τὰς χεῖρας, ἀποσαλεύσει τῆς ἕδρας
1. αὐτὸν ἀνατεινόμενον ἀμέτρως. τὸ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὸς
2. πάλιν αὖ καὶ τὸ προβαίνειν ἀναγκάζον, ἀπολείπειν βιάσεται
3. τὴν ἐξ ἀρχῆς ἕδραν. ἐπεὶ δὲ ἐπὶ τινος ἐστηρίχθαι
4. τὸν ἕτερον τῶν ποδῶν βούλεται, κἀνταῦθα τὸ ποσὸν τοῦ
5. ὕψους ἐδήλωσεν, ἀξιώσας τὴν αὐτὴν σχέσιν τῷ γόνατι πρὸς
6. βουβῶνας, ἣν κἀπὶ τῶν καθημένων εἶπεν. εἰρήκει δ’ ἐπ’
7. ἐκείνων, γούνατα δὲ ἀνώτερον βουβώνων μικρὸν, ὡς ἀσφαλεστάτης
8. τε ἅμα καὶ εὐσχημονεστάτης πρὸς τὰς ἐνεργείας
9. καὶ ἑτοιμοτάτης οὔσης τῆς τοιαύτης ἕδρας. ἀλλὰ νῦν γε
10. τῷ ἑτέρῳ γόνατι τῷ ὑψηλῷ μόνῳ πρὸς τοὺς βουβῶνας εἶναι
11. τὴν αὐτὴν σχέσιν ἀξιοῖ, πληθυντικῶς βουβῶνας ἀμφοτέρων
12. τῶν σκελῶν ἴσον ἔχειν ὕψος.