Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.19, ed. Kühn, 1830, vol. 18b, p. 700-708. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.19


13. Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει
14. ὑπηρετείτῳ ἢ ἑστεὼς ἢ καθήμενος ἢ κείμενος ὅκως
15. ἂν ῥήιστα ὧδε ὡς σχῆμα ἔχων διατέλει, φυλάσσων ὑπόῤῥυσιν,
16. ὑπόστασιν, ἔκτρεψιν, καντίαν, ὡς ὃ δεῖ σώζεται,
1. καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ,
2. ἐν τῇ ἔπειτα ἕξει.

3. Διαφερούσας ἐξηγήσεις ἐποιήσαντο τῆς ῥήσεως οἱ ἐξηγησάμενοι
4. τὸ βιβλίον εὐλόγως. ἥ τε γὰρ τῶν τεττάρων ὀνομάτων
5. ἀσάφεια, τοῦ τῆς ὑποῤῥύσεως λέγω καὶ τοῦ
6. τῆς ὑποστάσεως καὶ τοῦ τῆς ἐκτρίψεως καὶ προσέτι τοῦ
7. τῆς καταντίας, τό τε βουληθῆναι τὸν Ἱπποκράτην πολλὰ
8. πράγματα δι’ ὀλίγων λέξεων δηλῶσαι, τὴν αἰτίαν αὐτοῖς
9. παρέσχεται τῶν λεγομένων αἰτίας. ὅτε οὖν ἀσαφοῦς οὔσης
10. τοῦ γράψαντος αὐτὰ διανοίας, εἰκάζοντές τε καὶ στοχαζόμενοι
11. μᾶλλον, οὐ σαφῶς ἰδόντες, εἰς ποικίλην διαφωνίαν ἐξέπεσον.
12. ἐγὼ δὲ, ὅπερ ἐν ἅπασι τοῖς τοιούτοις εἴωθα ποιεῖν,
13. οὕτω καὶ νῦν πειράσομαι. τὰ μὲν ἀπίθανα αὐτοῖς εἰρημένα
14. παρήσας διώξω τὰ δόξαντά μοι πιθανῶς ἐπινενοῆσθαι, μετὰ
15. τοῦ προστιθέναι τι καὶ τῆς ἐμῆς γνώμης. ἄρξομαι δὲ ἀπὸ
16. τῆς τῶν ἀσαφῶν ὀνομάτων ἐξηγήσεως. ἐπειδὴ πρῶτόν ἐστι
1. τὸ ἁπλοῦν τοῦ συνθέτου καὶ πολλάκις τε τῶν ἁπλῶν οὐδενὸς
2. ὄντος ἀσαφοῦς ἡ σύνθεσις αὐτῶν τὴν ἀσάφειαν ἐργάζεται,
3. τοῦτο δὲ ἀμέλει καὶ κατὰ τὴν προκειμένην γέγονε ῥῆσιν.
4. ἔνιοι μὲν γὰρ ὑπόῤῥυσιν ἤκουσαν ἐπὶ τῶν ὑγρῶν, καὶ
5. τούτων αὐτῶν διττῶς οἱ μὲν ἐκ τοῦ σώματος κινουμένων,
6. οἱ δὲ ἐπὶ τῶν ἐπιβρεχομένων ἔξωθεν· ἀλλὰ καὶ αὐτῶν τῶν
7. κατὰ τὴν χειρουργίαν ἐκρεόντων ἔφασαν αὐτὸν μνημονεύειν,
8. ἔνιοι δὲ τοῦ μετὰ τὴν χειρουργίαν. ἡ αὐτὴ δὲ καὶ περὶ τοῦ
9. τῆς ὑποστάσεως ὀνόματος γέγονε διαφωνία, τῷ ἐκρεῖν τὰ
10. ὑγρὰ, τὸ ὑφίστασθαι κατὰ τοὐναντίον λεγόμενον εἰκότως ἐν
11. μέρει διαφωνίαν ἔσχεν. ἕτερος δέ τις χορὸς ἐξηγητῶν οὐκ
12. ἐπὶ τῶν ὑγρῶν, ἀλλ’ ἐπὶ τῶν στερεῶν τοῦ ζώου μορίων
13. ἤκουσε τοῦ τε τῆς ὑποστάσεως καὶ τῆς ὑποῤῥύσεως ὀνόματος,
14. ὑπόστασιν μὲν τὸν μετεωρισμένον ἤτοι τῶν τεμνομένων
15. μελῶν ἢ καὶ παντὸς τοῦ σώματος εἰρῆσθαι νομίζοντες,
16. ὑπόῤῥυσιν δὲ τὴν εἰς τὰ κάτω ῥοπὴν, ὡς εἰ καὶ κατάῤῥυσιν
17. εἰρήκει. τὸ οὖν καταῤῥεῖ ἐπὶ τοῦδε τοῦ σημαινομένου
1. λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησίν· ἢν δὲ καὶ
2. προπετὲς γίγνηται καὶ καταῤῥέει ἀπὸ τῆς κλίνης ἐπὶ πόδας,
3. δεινότερόν ἐστι. τοῖς οὕτως ἐξηγησαμένοις μαρτυρεῖ καὶ τὸ
4. τῆς ἐκτρέψεως καὶ τὸ καταντίας ὄνομα προειρημένων ἑξῆς
5. γεγραμμένα. τὴν μὲν γὰρ εἰς τὸ πλάγιον ἐκτροπὴν ἔκτρεψιν
6. εἴρηκεν, ἐάν τε ἐφ’ ὅλου τοῦ σώματος ἐάν τε ἐπὶ τοῦ
7. χειριζομένου μορίου γίγνεται. τὴν δὲ καταντίαν ἐπὶ τῶν
8. κώλων ἰδίων λέγεσθαί φασιν, ὥσπερ ἐπὶ παντὸς σώματος
9. τὴν ὑπόῤῥυσιν. ὅταν γὰρ ὅλον τὸ σῶμα φυλάττων τις ἐν
10. ταὐτῷ χωρίῳ καὶ μὴ μετακινῶν ἤτοι τὸ σκέλος ἢ τὴν χεῖρα
11. κάτω ῥέπον ἐργάσεται, κατάῤῥοπον ὀνομάζεσθαί φασι, τὴν
12. τοιαύτην θέσιν ἀληθῆ λέγοντες αὐτὰ καθ’ ἑαυτὰ, κἂν μὴ
13. διαρκῶς φυλάττωσι τὴν καθ’ ὅλην τὴν ῥῆσιν ὁμολογίαν.
14. ἑτέρα γάρ τις πάλιν αὐτῶν ἁπάντων ἐγένετο διττὴ στάσις,
15. ἐνίων μὲν ἡγουμένων ἀξιοῦν τὸν Ἱπποκράτην διασώζειν τοὺς
16. χειριζομένους κατὰ τέσσαρας προσηγορίας σημαινόμενα, τὴν
17. ὑπόστασιν καὶ τὴν ὑπόῤῥυσιν καὶ τὴν ἔκτρεψιν καὶ τὴν καταντίαν,
18. ἐνίων δὲ οὐ φυλάττειν. διαφέρει δὲ οὐδὲν εἰς τὴν 
1. ὅλην τῆς ῥήσεως περίνοιαν τὸ τρεῖς γεγονέναι γραφὰς τοῦ
2. τῆς ἐκτρίψεως ὀνόματος. ἔνιοι μὲν γὰρ ἔκτρεψιν γράφουσι
3. διὰ τοῦ τ καὶ ρ καὶ ε κατὰ τὴν δευτέραν συλλαβὴν, τινὲς
4. δὲ καὶ τὸ σ προστιθέασιν ἐν ἀρχῇ γράφοντες ἔκστρεψιν,
5. ἔνιοι δὲ καὶ ἔκτριψιν διὰ τοῦ τ καὶ ρ καὶ ι. παρεστήσαμεν
6. γὰρ ἕνα τέως γράφειν. αἱ δ’ οὖν εἰρημέναι προσηγορίαι
7. σαφεῖς εἰσιν. ἀπὸ γὰρ τοῦ ἐκτρέπεσθαι ῥήματος ἔκτρεψις,
8. ἀπὸ δὲ τοῦ ἐκτρίβεσθαι ἔκτριψις γέγονεν. ἀξιούντων
9. τῶν γραφῶν φυλάττεσθαι ταῦτα τὸν κάμνοντα. φαίνονται
10. δὲ ὅμως πάντες οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ἐκ μέρους
11. μὲν ἑωρακέναι τὴν γνώμην τἀνδρὸς, ὅλην δὲ ἀκριβῶς μὴ
12. δεδυνῆσθαι περιλαβεῖν. ἐὰν γὰρ πρόσχῃ τις τῷ τέλει ταύτης
13. καθ’ ἅ φησιν, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα
14. ἕξει φανοῦνται μὲν ἅπαντες λέγοντες ἀληθῶς, ἄλλως ἄλλων
15. χρησίμων ὑπὸ τοῦ κάμνοντος ἐσομένων ἐν τοῖς τρισὶ καιροῖς
16. παρέξει, χειρισμῷ, ἔπειτα ἕξει, πάντας δὲ αὐτοὺς
17. συνθεῖναι μὴ δυνηθέντες, ἔσται δὲ φανερὸν τοῦτο τῶν διορισθέντων
18. σαφῶς τῶν τριῶν καιρῶν. πρῶτος μὲν οὖν αὐτῶν
1. ἐστιν, ἡνίκα παρέχουσιν οἱ πεπονθότες ἑαυτοὺς τοῖς ἰατροῖς
2. εἰς ἀκριβῆ διάγνωσιν τῶν παθῶν, ὃν ὠνόμασε πάρεξιν.
3. ἐφεξῆς δὲ αὐτῶν δεύτερος, ὁπότε πράττει τι κατὰ τὸ πεπονθὸς
4. μέρος ὁ ἰατρὸς, ὃν ἐκάλεσε χειρισμόν. εἶθ’ ἑξῆς
5. τρίτος, ὃν προσηγόρευσε τῆς ἔπειτα ἕξεως· ἐν ταὐτῷ γὰρ
6. σχήματι πρόκειται τηνικαῦτα φυλάττειν τῷ κάμνοντι τὸ
7. πεπονθὸς μόριον. ἀπὸ τοῦ τοίνυν ἔχειν ἐν αὐτῷ τὴν προσηγορίαν
8. τῆς ἕξεως ἐποίησεν. ἐν ἅπασι δὲ τοῖς τρισὶ καιροῖς
9. τὸ μέν τι κοινόν ἐστι, τὸ δὲ καθ’ ἕκαστον ἴδιον. κοινὸν
10. μὲν τὸ φυλάττειν ἀκίνητον τὸ πεπονθὸς μέρος ὃ ἐφεδήσετο,
11. πλὴν μετὰ κινήσεως αὐτό πως ὁ ἰατρὸς ἐπιχειρήσει.
12. ἴδιον δὲ καθ’ ἕκαστον ἀγαθὸν ἐκ τούτου πρὸς τὴν τελείαν
13. ἴασιν γίγνεται. κατὰ μὲν τὴν πάρεξιν ἀκριβῶς διαγνῶναι
14. τὸν ἰατρὸν, ὃ μέλλει θεραπεύειν, κατὰ δὲ τὸν χειρισμὸν
15. ἐπὶ μὲν τῶν καταγμάτων ἀντιτεῖναι καὶ διαπλάσαι
16. προσηκόντως καὶ ἐπιδῆσαι. ἐπὶ δὲ τῶν ἐξαρθρημάτων
17. ἀντιτεῖναι καὶ ἐμβαλεῖν καὶ περιλαβεῖν ἐπιδήσει
18. προσηκούσῃ τὸν πεπονθότα τόπον. κατὰ δὲ τὰς τομὰς ἐκκριθῆναι
1. τὸ πῦον ἥ τινι χώρᾳ περικοπῆναί τε τὸ σεσηπὸς
2. ἢ διὰ πυρὸς ἐκκαυσθῆναι. τούτοις οὖν καὶ ἡ τῶν ὑγρῶν
3. ὑπόῤῥυσίς τε καὶ ὑπόστασις ὠφέλιμος ἡ μὲν ὅπως γίγνοιτο·
4. ἐχρῆν γὰρ ἐκκρίνεσθαι τὸ παρὰ φύσιν ὑγρόν· ἡ δὲ ὅπως
5. μὴ γίγνοιτο, μένειν γὰρ ἔνδον οὐ προσήκει τὸ μοχθηρόν.
6. ἐνίοτε δὲ καὶ ὑπόστασις γίγνεται χρήσιμος, καθάπερ ἐφ’
7. ὧν ἀθρόως ἐκκενωθῆναι πῦον ἐξ ὑποστάσεως μεγάλης ἢ τὸ
8. τῶν ὑδρικῶν ὑγρὸν βουλόμεθα. πολὺ δὲ δεῖ μᾶλλον ἀπὸ
9. τῶν ὑποκειμένων ἐν τῇ χειρουργίᾳ τῶν κώλων ὑπόστασίν
10. τε καὶ ὑπόῤῥυσιν, ὡς εἴρηται, φυλάττεσθαι προσήκει. ὡσαύτως
11. δὲ κἀπὶ τῶν στερεῶν τοῦ ζώου μορίων τὰ λελεγμένα
12. ταῦτα φυλάττεσθαι χρὴ πρὸς τοῦ κάμνοντος, ὡς αὐτὰ γενέσθαι
13. κατὰ τοὺς τρεῖς καιροὺς, πάρεξιν, χείρισιν, ἔπειτα
14. ἕξιν. τὸ μὲν γὰρ ἐξαῖρον αὐτὸν ἁπάντων τῷ χειρουργοῦντι
15. τὰς τομὰς ἐν οὐ προσήκοντι μέρει τὸν ἰατρὸν ἀναγκάσει
16. πριεῖν, οὐδὲ τρόπον αὐτὸν, ὁπότ’ οὐδὲ τὸ φυλάττειν φυλάττοντα
17. διὰ τὸ παρῆναι αὐτῇ τῇ σμίλῃ τὸν κάμνοντα, τὸ δὲ
18. ἀποφεύγειν ἐλλειπῆ τὴν ἐνέργειαν ἐργάζεται, ποτὲ μὲν μέσον
1. αὐτὸν μόνον τῆς χειρουργίας τοῦ ἰατροῦ ποιοῦντος, ποτὲ
2. δὲ ἐξ ἡμίσεος ἐγκαταλείποντος τὸ ἔργον καὶ θᾶττον ἔτι τοῦδε.
3. γίγνεται δὲ ταῦτα καταδεδεμένων, ἐνίοτε δὲ τῶν χειριζομένων,
4. οἷον ὅταν μὲν ἐπὶ γαστρὶ χειρίζοντος καὶ κατὰ τὴν
5. ῥάχιν ἑαυτοὺς ὑψουμένων πρὸς τὸ πλάγιον ἐκτρεπομένων,
6. ὅπερ ἐδηλοῦτο παρὰ τῆς ἐκτρίψεως. ἐνίοτε δὲ τούτων μὲν
7. οὐδὲν πραττόντων, τεινόντων δὲ σφοδρῶς τὰς μύας
8. ἤ τινα μεταβολὴν δοκεῖ μοι δηλῶσαι διὰ τῆς, ὡς ὃ δεῖ
9. προσηγορίας ἐν τῷ φάναι, ὡς ὃ δεῖ σώζεται καὶ σχῆμα καὶ
10. εἶδος τοῦ χειριζομένου. πηλίκον δὲ κακόν ἐστιν ὀφθαλμοῦ
11. παρακεντουμένου τὸν κάμνοντα μὴ φυλάξαι τὸ σχῆμα καὶ
12. εἶδος ἢ μετακινούμενον ἢ ἐντεινόμενον οὕτως σφοδρῶς, ὡς
13. αἵματος πληροῦσθαι τὸ πρόσωπον εὔδηλον παντί. παραπλήσιον
14. δὲ, κἀπειδὰν ἐκκόπτοντος ἰατροῦ τῆς κεφαλῆς ὀστοῦν
15. ἢ ὑψώσας βραχύ τι ταύτης χειριζόμενος ἢ ταπεινώσας ἢ
16. πρὸς τὸ πλάγιον ἐκτρέψας διαφθείρειν τὴν ἀκρίβειαν τῆς
17. χειρουργίας· οὕτω δὲ καὶ ἐκτείνειν σφοδρῶς ἑαυτόν. ἐν
18. μὲν γὰρ τῇ μεταβολῇ τῶν σχημάτων ἡ θέσις ἐπαλλάττεται
1. τοῦ χειριζομένου μέρους. αἱ δὲ τάσεις ἐπὶ μὲν τῶν ἄλλων
2. μορίων εἰς αἱμοῤῥαγίαν συντελοῦσιν· ἐπὶ δὲ τῶν μυῶν οὐ
3. μόνον εἰς τοῦτο βλάπτουσιν, ἀλλὰ καὶ τὸ μόριον ἐνίοτε μὲν
4. ὑψηλότερον, ἐνίοτε δὲ ταπεινότερον ἐργάζονται. ἔνθα μὲν
5. ὀστοῦν ὑποτέταται μετεωριζομένου τοῦ μυὸς, ἔνθα καὶ ἕλκους
6. χώρα, προστελλομένου τε καὶ διατεινομένου, καθάπερ ἐπὶ
7. τῶν κατὰ μεσοπλεύριόν τε καὶ γαστέρα χωρίων.

Cliquer un n° de page pour en afficher l’image