1. Ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι.
2. Τὸ διαγνωστικὸν τῶν παθῶν μέρος τῆς τέχνης πάντων
3. πρῶτον ἀσκεῖν ἀξιώσας, ἐκ τῶν ὁμοίως τε καὶ ἀνομοίως
4. ἐχόντων κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ὡς πρὸς τοὺς
5. ὑγιαίνοντας· καὶ ὡς τὰ μέν ἐστι καὶ μέγιστα καὶ ῥᾷστα,
6. τὰ δὲ σὺν αὐτοῖς ἐξ ἀνάγκης γιγνώσκεται. νῦν ἤδη τίνα
7. ταῦτά ἐστι, καθάπερ ἔφην, διδάσκει λέγων, ἃ καὶ ἰδεῖν
8. καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι· ἰδεῖν μὲν δηλονότι τὰ ὁρατὰ,
9. θιγεῖν δὲ τῶν ἁπτῶν, ἀκοῦσαι δὲ τῶν ἀκουστῶν. τὸ μὲν
10. οὖν κατὰ τὸ πρόσωπον ἐν ἀρχῇ τοῦ προγνωστικοῦ γεγραμμένον
11. ἐστὶν ἰδεῖν, ῥῖνα μὲν ὀξεῖαν, ὀφθαλμοὺς κοίλους καὶ
12. κροτάφους συμπεπτωκότας· θιγεῖν δὲ τῶν ὤτων ψυχρῶν,
13. ἰδεῖν δὲ ἅμα καὶ θιγεῖν τοῦ κατὰ πρόσωπον δέρματος·
14. σκληροῦ γὰρ καὶ καρφαλέου καὶ περιτεταμένου· ἀκοῦσαι δὲ
15. τῶν ἐν τοῖς ἐφεξῆς τοῦ βιβλίου εἰρημένων, πταρμοῦ καὶ
16. βηχὸς καὶ φύσης καὶ ψόφου ἢ φθεγγομένου τε καὶ παρὰ
1. φύσιν τοῦ κάμνοντος ἤτοι κατὰ παραφροσύνην ἢ κλαγγώδη
2. ἢ βραγχώδη ἢ τοιοῦτόν τι πάθος ἐχούσης τῆς φωνῆς. ἐν
3. δὲ τοῖς κατὰ χειρουργίαν ἰδεῖν μέν ἐστι τὰ μελαινόμενα,
4. τὰ ἐρυθραινόμενα, τὰ καθ’ ὁντιναοῦν τρόπον ἐξαλλάττοντα
5. τὴν κατὰ φύσιν χροιὰν ἢ φυλάττοντα· καὶ πρὸς τούτοις
6. ἔτι, καθάπερ ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου, κοιλότητα μὲν
7. ἐπωμίδος, ἀκρωμίου δὲ ἀνάτασιν ἰδεῖν ἐστι· θιγεῖν δὲ τῆς
8. ἐν μασχάλῃ κεφαλῆς, ἀκοῦσαι δὲ τῶν γιγνομένων ψόφων ἐν
9. τῷ κάμνοντος σώματι, καθάπερ ἐπὶ θώρακος συντετρημένου,
10. πνεύματος ἐκφυσωμένου πρὸς τὸ τραῦμα.