Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.20, ed. Kühn, 1830, vol. 18b, p. 708-712. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.20


8. Ὄνυχας μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφὰς ἐς
9. χρῆσιν ἀσκέειν. δακτύλοισιν μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ
10. πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ
11. ἐναντίῃσι.

12. Ἐπειδὴ εἶπε τὸ περὶ τοῦ χειριζομένου κατὰ τὴν κοινωνίαν,
13. εἶτα ἑξῆς πάλιν ἐπανῆλθεν ἐν τῇδε τῇ ῥήσει πρὸς
14. τὸν περὶ τοῦ χειρίζοντος λόγον, πηλίκους μὲν εἶναι προσῆκε
15. τοὺς ὄνυχας αὐτοῦ διηγούμενος, ὁποίους δὲ τοὺς δακτύλους, 
1. ὅπως δὲ ἀνάγειν αὐτούς. ὡς μὲν οὖν εἰς τὰς τῶν δακτύλων
2. ἄκρων ἐνεργείας, αἵπερ δὴ καί εἰσιν ἰδίαι τῶν δακτύλων,
3. τὸ μὴ ὑπερέχειν αὐτῶν τοὺς ὄνυχας μήτε ἐλλείπειν
4. ἄριστόν ἐν τῷ πρώτῳ περὶ χρείας μορίων ἐπὶ πλεῖστον
5. ἐξειργασάμεθα, καθ’ ὃ πᾶσαν ἄκρας τῆς χειρὸς ἐξηγησάμην
6. τὴν φύσιν. ἐν δὲ τῷ παρόντι τὰς λέξεις μόνας ἀρκέσει
7. σαφῶς ἐξηγήσασθαι. διττῆς οὖν οὔσης γραφῆς ἑκατέραν
8. ἐξηγήσομαι· τὴν μὲν ἑτέραν αὐτῶν οὕτως ἔχουσαν. ὄνυχας
9. μήτε ὑπερέχειν μήτε ἐλλείπειν δακτύλων κορυφάς. εὐληπτότατα
10. γὰρ οὕτως ἔσται τὰ τοῖς δακτύλοις ἄκροις θηρώμενα
11. μικρὰ σώματα, πρὸς ἃ καὶ χρώμεθα τῆς δι’ ἄκρων αὐτῶν
12. ἐνεργείας. εἶτ’ ἀμφ’ ἑτέρας ἄκρας ἐς χρῆσιν ἀσκέειν, δακτύλοισι
13. μὲν ἄκροις τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ἵνα κατὰ
14. μὲν τὴν προτέραν λέξιν ἡ διδασκαλία περὶ τοῦ μεγέθους τῶν
15. ὀνύχων δακτύλων γίγνεται, κατὰ δὲ τὴν δευτέραν περὶ τῆς
16. χρήσεως τῶν δακτύλων. ἑτέρα δὲ γραφὴ τοιάδε ἐστίν· ὄνυχας
17. μήτε ὑπερέχειν μήτε ἐλλείπειν. εἶτα ἐφ’ ἑτέρας ἀρχῆς
18. δακτύλων κορυφῇσι χρῆσις, κατὰ δοτικὴν γεγραμμένου
19. τοῦ κορυφῇσιν ὀνόματος, ὡς εἶναι τὴν ὅλην διάνοιαν
1. τοιάνδε, τοὺς ὄνυχας οὔτε ὑπερέχειν οὔτε ἐλλείπειν
2. χρὴ τὸ μῆκος τῶν δακτύλων, ἀλλ’ ἀκριβῶς ἐξισοῦσθαι.
3. ταῖς γὰρ κορυφαῖς αὐτῶν χρῆσίς ἐστι. δόξει δὲ τοῦτο ψεῦδος,
4. ἐὰν ὡς προσήκει αὐτὰς ἀκούῃ. τινὰ μὲν ἔργα ταῖς
5. ὅλαις χερσὶ δρωμέναις περιτύχῃ περιλαβόντες ἀμφοτέραις
6. αὐταῖς πῆχυν ἢ μηρὸν ἢ κνήμην ἤ τι τοιοῦτον ἕτερον ἀντιτείνομέν
7. τε κατατείνομεν. ἐν οἷς ἔργοις ὡς μόρια τῆς
8. χειρὸς ἐνεργοῦσιν οἱ δάκτυλοι, παραπλησίως τοῖς θέναρσι
9. καὶ τοῖς ἄλλοις αὐτῆς μέρεσι. παρακεντοῦντες δὲ καὶ ἀναῤῥάπτοντες
10. ἢ καταῤῥάπτοντες ἢ πτερύγιον ἐξ ὀφθαλμοῦ
11. κομιζόμενοι τοῖς δακτύλοις, ὡς δακτύλοις, οὐχ ὡς μορίοις
12. τῆς χειρὸς χρώμεθα. παραπλησίως δὲ κἀπειδὰν ἤτοι διὰ
13. σμίλης ἤ τινος ἑτέρου τοιούτου τὴν ἐνέργειαν ποιούμεθα.
14. κατὰ πάσας οὖν τὰς ἐνεργείας τῶν δακτύλων ἄκροις αὐτοῖς
15. χρώμεθα καὶ διὰ τοῦτο ἔφην ὀρθῶς εἰρῆσθαι δακτύλων
16. κορυφῇσι χρῆσις. εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς ἄρχειν, δακτύλοις
17. μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ τε καὶ πρὸς μέγαν, μιᾷ
1. λέξει δηλοῦται τὰς πλείστας τῶν μυῶν ἐνεργείας γίγνεσθαι
2. πρὸς τὸν μέγαν, ὅνπερ ἀντίχειρα καλοῦσιν, ἀντιταττομένου
3. τοῦ λιχανοῦ, ὥστε λαμβάνεσθαι τὸ λαμβανόμενον ἐπ’ ἀμφοτέρων
4. ἄκρων δηλαδή. τηνικαῦτα γάρ ἐστι χρεία μόνων
5. τῶν εἰρημένων δακτύλων ἐνεργούντων, ἀλλὰ κἂν διὰ τῶν
6. τριῶν λαμβάνηται δακτύλων, οἷον ὑπαλειφθέντων τῇ σμίλῃ
7. καὶ παρακεντούντων, τὸ πλεῖστον μὲν τῆς ἐνεργείας, ὑπὸ
8. τοῖν δυοῖν τῶν εἰρημένων γίγνεται. συνεπιβοηθεῖ δέ τι καὶ
9. ὁ μέσος· ὅλη μέντοι πρηνεῖ χρώμεθα, κατὰ τὰς ἐν ἰατρικῇ
10. χειρουργίας, τῷ κοίλῳ περιλαμβάνοντες αὐτῆς τὸ
11. σῶμα, περὶ οὗ τὴν ἐνέργειαν ποιούμεθα. δακτύλους μὲν
12. οὖν πεπονθότας κατατείνεσθαι καὶ διαπλάσαι καὶ ἡ μία
13. χεὶρ ἱκανὴ, βραχίονα δὲ ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην οὐχ
14. ἱκανὴ, ἀλλ’ ἀμφοῖν εἰς τὰ τοιαῦτα μόρια χρῄζομεν, ἀντιταττομένων
15. ἀλλήλαις ὡς περιλαμβάνεσθαι τὸ κῶλον ἐν κύκλῳ,
16. καὶ σικύαν δὲ προστιθέντες ὅλῃ τῇ χειρὶ πρηνεῖ χρώμεθα
17. καὶ διὰ μικροῦ καυτῆρος ἐκθλίβοντες καὶ σπογγιὰν
18. ἐπιβάλλοντες, ἄλλα τε πολλὰ τῶν κατὰ τὴν ἰατρικὴν ἔργα,
1. περὶ ὧν ἴσως καὶ τὰ λελεγμένα περιττὰ διὰ σαφήνειαν. αὐτὸς
2. γάρ τις ἕκαστος ἀναμιμνήσκεσθαι δύναται δακτύλων
3. καὶ τῶν χειρῶν τὰς ἐνεργείας ἁπάσας, τὰς μὲν ὑπ’ ἀμφοτέρων
4. γιγνομένας, τὰς δὲ ὑπὸ τῶν δακτύλων μόνων ἢ μόνης
5. τῆς χειρός.

Cliquer un n° de page pour en afficher l’image