1. Νοῦσος δὲ δι’ ἣν καὶ βλάπτονται, οἶσιν ἐν γενετῇσι
2. ἢ ἐν τροφαῖς εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων
3. κατέχεσθαι δῆλον.
4. Ἐπειδὴ αὕτη ἡ διάνοια μένει κατὰ ἀμφοτέρας τὰς γραφὰς,
5. ἀπὸ τῆς σαφεστέρας ἄρξομαι. τισὶ μὲν οὖν ἤρεσιν
6. εἰς ἔθος ἐπ’ ἐνίων ἐπαινουμένων γραφῶν ἀγνοεῖν τὸν λόγον,
7. εἰθισάντων αὐτῶν τοῖς ἄλλοις δακτύλοις κατέχειν τὸν μέγαν
8. καὶ διὰ τοῦτο τοῦτον μὲν ἀργοῦντα, σμικρὸν καὶ ἀναυξημένον
9. αὐτό τε πρὸς τὸν λιχανὸν αὐτοῦ διάστημα. καὶ
10. ταῦτ’ εἰς νόσον ἄκρας τῆς χειρὸς τελευτᾷ, ὡς εἰ καὶ εἰς
11. βλάβην εἰρήκει. τινὲς ὑπὸ νόσου φασὶν αὐτὸν λέγειν γίγνεσθαι,
12. τοῦτο καὶ τὴν νόσον αὐτὴν ἐξαρθρήσαντος τοῦ μεγάλου
13. δακτύλου συμβαίνειν ἢ ἕλκους τινὸς ἐν τῇ μεταξὺ χώρᾳ
14. γενομένου τοῦ τε λιχανοῦ δακτύλου καὶ τοῦ μεγάλου καὶ τοῦ
15. ἕλκους ἐν τῇ θεραπείᾳ σκληρὰν οὐλὴν ποιήσαντος, καὶ σκιῤῥωθεὶς
16. δὲ ὁ μεταξὺ μῦς ἢ ἐκτακεὶς κατά τινα διάθεσιν, ὡς
1. ἄτροφός τε καὶ ἀναυξὴς γίνεσθαι. καὶ σηπεδὼν ἐνίοτε μεγάλη
2. τὴν μεταξὺ τῶν δακτύλων σάρκα ἀφανίσασα, κἄπειτα
3. σκληρὰν ἐργασαμένη τὴν οὐλὴν μικρὸν ἀποτελεῖ τοῦ λιχανοῦ
4. δακτύλου πρὸς τὸν μέγαν διάστημα καὶ ὥσπερ συνδέσμους
5. ἀλλήλους ἐργάζεται. καὶ μάλισθ’ ὅταν, ὡς ἔφην, ἡ
6. οὐλὴ σκληρὰ γένηται· καὶ μὲν δὴ καὶ καταῤῥαθυμεῖσθαι
7. τὰ τοιαῦτα πάντα παθήματα τοῖς παιδίοις εἰκός ἐστι· τοὺς
8. γὰρ τελείους ὑπὸ τῶν ἰατρῶν διδασκομένους μαλάττειν τε
9. καὶ κινεῖν τὸν μέγαν δάκτυλον, εὐτροφίαν παρασκευάζειν τῇ
10. μεταξὺ χώρᾳ, πρὸς τῷ καὶ τοῖς μὲν τελείοις ἅπαν ηὐξῆσθαι
11. τὸ σῶμα καὶ εἴπερ ἄρα βλάπτεται, μόνον εἰς ἀτροφίαν
12. τὸ πάθος. ἐπὶ δὲ τῶν βρεφῶν ἐν αὔξῃ τῇ πρώτῃ καταλαμβανομένων
13. ὑπό τε τοῦ πάθους αὐτοῦ καὶ πρὸς τῷ πάθει
14. τῆς ἀκινησίας τῶν δακτύλων, μήτ’ αὔξεσθαι τὰ πεπονθότα
15. μόρια καὶ διὰ τὸ μεταξὺ τῶν δακτύλων πᾶν γίγνεσθαι μικρόν.
16. ἐνίοις μὲν οὖν τοῦτο συμβαίνειν φασὶν, ἐνίοις δὲ καὶ
17. οὐλὴν σκληρὰν καὶ κατά τινα διάθεσιν σκληράν τῶν μεταξὺ
18. χωρίων. διὸ καθάπερ ὑποδέσμου τινὸς κατέχεται, τουτέστιν
1. ἀφίστασθαι κωλύεται τὸν μέγαν ἀπὸ τῶν ἄλλων. ἀκούουσι
2. γὰρ ἔνιοι οὕτως τοῦ κατέχεσθαι ῥήματος, εἰ καὶ ὅτι δοκεῖ
3. μάλιστα μάχεσθαι. κατὰ γὰρ τὴν τούτων ἐξήγησιν οὐχ
4. ὑπὸ τῶν ἄλλων ἐχρῆν, ἀλλ’ ἀπὸ τῶν ἄλλων λελέχθαι. αἱ
5. γὰρ ἐν τῷ μεταξὺ ἠγνοηκέναι διαθέσεις τὴν μεταξὺ χώραν
6. σμικρὰν καὶ συνδεδεμένην ἐργάζονται. περὶ μὲν δὴ τούτων
7. ὡς ἄν σοι δόξῃ κρίνας αἱροῦ τὸ πιθανώτατον. ἐν γὰρ
8. ταῖς οὕτως ἀσαφέσι λέξεσι μαντείας μᾶλλον ἢ σοφίας εἰς
9. τὴν ἐξήγησιν χρῄζομεν. ἐγὼ δὲ ἐπὶ τὴν ἀρχαίαν γραφὴν
10. ἀνάξω. τάχα μὲν ἡμαρτημένην καὶ Ἀσκληπιάδης ὑπενόησε
11. καὶ τήν γε ἀναμάρτητον γραφὴν ἐστοχάσατο τοιάνδε
12. τινὰ εἶναι· νοῦσος δὲ, δι’ ἣν καὶ βλάπτονται τοῖς ἐν γενετῇσιν
13. ἢ ἐν τροφῇ εἴθισται καὶ τὰ ἑξῆς· τάχα δὲ καὶ
14. πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους οὕτω γραφεῖσαν. ὁ γοῦν
15. Ταραντῖνος Ἡρακλείδης ἀξιοῖτο διακοῦσαι τὰς διαθέσεις,
16. ὡς εἶναι τὸ πλῆρες ὅλης τῆς ῥήσεως τοιοῦτον· νοῦσος δὲ,
17. δι’ ἢν καὶ βλάπτουσα διάθεσις, οἷς ἐν γενετῇσι καὶ τροφῇ
18. καὶ τὰ ἐξῆς.