1. Τά ἔργα πάντα ἀσκέειν ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν
2. ἅμα· ὅμοια γάρ εἰσιν ἀμφοτέρῃσι στοχαζόμενον ἀγαθῶς,
3. καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.
4. Πάντα κελεύει δι’ ἀμφοτέρων ἀσκεῖσθαι τῶν χειρῶν·
5. συμφορώτατον γὰρ τοῦτο πρὸς τοῦ ταχέως τε καὶ καλῶς
6. ἐργάζεσθαι. οἷος γοῦν ἂν ᾖ ὁ ἰατρὸς τῇ δεξιᾷ χειρὶ τὸν
7. δεξιὸν ὀφθαλμὸν τοῦ κάμνοντος ἐπιχειρῶν παρακεντεῖν ἢ
8. πτερύγιον ἀποτέμνειν ἤ τι τῶν τοιούτων ἄλλο. διὸ καὶ
9. προσέθηκε στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως,
10. εὐρύθμως, εὐπόρως, ὡς ἐξ ἧς προεῖπεν ἀσκήσεως, τούτων
11. ἡμῖν περιγενομένων· ὅπως δὲ ἕκαστον αὐτῶν ἔσται μετ’
12. ὀλίγον διδάσκει. κατὰ δὲ οὖν τὸ παρὸν ἀναμεμνῆσθαι τοσοῦτον,
13. ὡς ἡ τούτων διδασκαλία κεφάλαιον ἔχει τὸ ὅκως,
14. ὅπερ ἐστὶν ἕν τι τῶν ἐν τῇ πρώτῃ διαιρέσει περιεχομένων.
1. ἀναμνησθῶμεν δὲ καὶ ὅτι τὰς χεῖρας ὁμοίας εἶπε, καίτοι
2. ἀπαραλλάκτους οὔσας τῷ εἴδει.