3. Ὄργανα μὲν καὶ ὅτε καὶ οἵως εἰρήσεται, ὅκου δεῖ, μὴ ἐμποδὼν
4. τὸ ἔργον μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ
5. ἐργαζόμενον δὲ τοῦ σώματος ἔστω, ἄλλος δὲ ἢν διδῷ ἑτοίμως
6. ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ ὅταν κελεύῃς.
7. Ὅτι μὴ μόνον ἄμβας καὶ βάθρα καὶ τὰ ἄλλα, ὅσα
8. μηχανικωτέραν ἔχει κατασκευὴν, ἀλλὰ τὰ προσηγορικῶς
9. ἄρμενα καλούμενα τῇ προσηγορίᾳ τῶν ὀργάνων περιλαμβάνει,
10. σαφῶς ἐδήλωσεν ἐνταῦθα μετὰ τοῦ τῆς ἀναιρέσεως
11. ὀνόματος καὶ τοῦ φάναι, ἄλλος δὲ ἢν διδῷ· καὶ γὰρ ἀναιρούμεθα
12. κατὰ τὰς χειρουργίας τοιαῦτα καὶ παρ’ ἑτέρων δεχόμεθα.