Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.3, ed. Kühn, 1830, vol. 18b, p. 649-657. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.3


11. Ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ καὶ
12. τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰσθέσθαι.

13. Τῶν αἰσθήσεων ἁπάσαις τὴν γνώμην ἐφεξῆς ἔταξεν,
14. ὅπερ ἐστὶ τὴν διάνοιαν, ἥν τε καὶ νοῦν καὶ φρένα καὶ
15. λόγον κοινῶς οἱ ἄνθρωποι καλοῦσιν. ἐπεὶ δὲ καὶ τῶν κατὰ
1. φωνὴν ἐστί τις λόγος, ἀφορίζοντες οὖν τοῦτον τὸν προειρημένον
2. λόγον οἱ φιλόσοφοι καλοῦσιν ἐνδιάθετον, ᾧ λόγῳ
3. τά τε ἀκόλουθα καὶ τὰ μαχόμενα γιγνωσκομένοις ἐμπεριέχεται
4. καὶ διαίρεσις καὶ σύνθεσις καὶ ἀνάλυσις καὶ ἀπόδειξις,
5. ὅσα τ’ ἄλλα τοιαῦτα. διὰ τί δὲ τῶν ῥινῶν καὶ τῆς γλώττης
6. αἰσθήσεων ἰδίᾳ πρότερον οὐ μνημονεύσας ἐν τῷ φάναι, ἃ
7. καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἑξῆς τῶν πέντε μετὰ
8. τῆς γνώμης ἐμνημόνευσεν, εἰκότως ἐζήτηται. καὶ δὴ καὶ
9. λέλεκται πολλοῖς τὰ μὲν ἀπίθανα καὶ ἀνάξια μνήμης, τὰ
10. δὲ πιθανὰ καὶ μνήμης ἄξια, τὴν ἀρχὴν ποιησαμένοις ἐνθένδε.
11. τὸν Ἱπποκράτην φασὶ κελεύειν ἡμᾶς τὰς διαγνώσεις
12. ποιεῖσθαι τῶν παθῶν ἐξ ὁμοιότητός τε καὶ ἀνομοιότητος
13. τῶν αἰσθητῶν. αἰσθητὰ δὲ κυρίως λέγεται τὰ μὴ δεόμενα
14. δυνάμεως ἑτέρας εἰς διάγνωσιν, ἀλλ’ ἀρκούμενα μόνῃ τῇ διὰ
15. τῆς αἰσθήσεως γνώσει· οὐ κυρίως δὲ ὅμως λέγεσθαι καὶ
16. αὐτὰ κατὰ τὴν αὐτὴν προσηγορίαν αἰσθητὰ τὰ διὰ πλειόνων
17. αἰσθήσεων ἅμα μνήμῃ τε καὶ τῷ καλουμένῳ συνθέτῳ τε
1. ἅμα καὶ κεφαλαίῳ τῷ λόγῳ τὴν διάγνωσιν ἔχοντα. τὸ μὲν
2. οὖν χρῶμα τῶν κυρίων λεγομένων αἰσθητῶν εἶναι, καθάπερ
3. τὸν χυλὸν καὶ τὸν ἀτμὸν καὶ τὴν φωνὴν, ὡσαύτως δὲ σκληρότητα
4. καὶ μαλακότητα καὶ θερμότητά τε καὶ ψυχρότητα
5. καὶ συνελόντι φάναι, τὰς ἁπτὰς ἁπάσας ποιότητας· οὔτε
6. δὲ μῆλον οὔτε ῥοιὰν οὔτε ἄπιον οὔτε ἄλλην οὐσίαν φασὶν
7. ὅλην αἰσθήσει γνωστὴν ὑπάρχειν, ἀλλ’ ὡς ὁ Πλάτων ἔλεγε
8. δόξῃ μετ’ αἰσθήσεως ἀλόγου, δόξαστα δὲ τὰ πάντα εἶναι
9. καὶ διὰ τοῦτό γέ που σφάλλεσθαι πολλάκις ἐν ταῖς διαγνώσεσιν
10. αὐτῶν ἐνίους, ὅταν ἤτοι χρῶμα μόνον ἢ σχῆμα ἢ
11. ἄμφω ταῦτα θεάσηταί τις παραπλήσια τῷ πρόσθεν ὠφελοῦντι.
12. καὶ γὰρ μῆλα καὶ ῥοιὰς καὶ ἄπια καὶ σταφυλὰς
13. καὶ κάρυα καὶ ἄλλα πολλὰ φαίνεσθαι σιτίων πεπλασμένων
14. ἐκ κηροῦ, πρὶν ὀσμήσασθαί τε καὶ γεύσασθαι καὶ ἅψασθαι
15. τοῖς ἀληθινοῖς ἀπαράλλακτα· πάσαις δ’ ἄν τινα ταῖς αἰσθήσεσιν
16. ὑπερβάλλοντα, τὴν χρῆσιν αὐτῶν μὴ δύνασθαι
17. σφαλῆναι. τὸ δὲ πάσαις ὑπερβάλλειν οὐκ ἄνευ μνήμης καὶ
18. συναριθμήσεως καὶ ταύτην οὔτε αἰσθήσεως οὔτε μνήμης,
1. ἀλλὰ τῆς γνώμης ἔργον εἶναι, τουτέστι τῆς διανοίας. ὀνομάζουσι
2. δὲ τὴν συναρίθμησιν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ
3. συγκεφαλαίωσιν. ὅτε μὲν οὖν εἶπεν Ἱπποκράτης, ἃ καὶ ἰδεῖν
4. καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ὡς ἐν παραδείγματος μοίρᾳ
5. μνημονεῦσαί φασι τῶν αἰσθητῶν αὐτῶν· ὁπότε δὲ
6. ἀποχωρήσας τῶν ἁπλῶς τε καὶ κυρίως αἰσθητῶν ἐπὶ τὰς
7. ὅλας οὐσίας μετέβη προσηκόντως αὐτὸν ἐνταῦθα, τῶν δὲ
8. αἰσθήσεων ἁπασῶν καὶ σὺν αὐταῖς γνώμης μνημονεῦσαι ὡς
9. εἶναι τὸν ὅλον λόγον τοιοῦτον ἄρχεσθαι. προσήκει τὸν ἰατρὸν
10. τῆς τῶν παθῶν διαγνώσεως, ἀπὸ τῆς τοῦ ὁμοίου τε
11. καὶ ἀνομοίου θεωρίας, ἐνίοτε μὲν ἐπὶ μόνων τῶν ἁπλῶν
12. ποιοτήτων ποιούμενον τὴν παραβολὴν, ἐνίοτε δὲ ὅλων τῶν
13. σωμάτων. ἔστι μὲν γὰρ ἥδε ἡ ἐξήγησις οὐκ ἄλογος, ἔστι
14. δὲ καὶ ἑτέρα τις τοιάδε. τὸν Ἱπποκράτην φασὶν, ὁπότε
15. μὲν εἶπεν ἃ καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστιν, ἐπὶ
16. τοῦ ἰατροῦ πεποιῆσθαι τὸν λόγον, ὁπότε δὲ ἐφεξῆς τῶνδέ
17. φησιν, ἃ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ καὶ τῇ ῥινὶ καὶ
18. τῇ γλώσσῃ καὶ τῇ γνώμῃ ἐστὶν αἰθέσθαι, ἐπὶ τοῦ κάμνοντος
1. αὐτοῦ γεγονέναι τὸν λόγον, ἵνα μὴ μόνον ἐξ ὧν αὐτὸς ὁ
2. ἰατρὸς, ἀλλὰ καὶ ἐξ ὧν ὁ κάμνων ὁρᾷ καὶ ἅπτεται καὶ
3. ἀκούει καὶ ὀσφραίνεται καὶ γεύεται καὶ τῇ γνώμῃ διάκειται,
4. κατανοῶν ἢ παρανοῶν ἡ διάγνωσις γένηται. τὸ
5. γὰρ ἐκ τῆς γνώμης τοῦ κάμνοντος ὠφελεῖσθαί τι τὸν ἰατρὸν,
6. ἐκ τοῦ παρανοεῖν αὐτὸν ἢ κατανοεῖν γιγνώσκεται. τινὲς δὲ
7. τὸ μὲν ἃ καὶ τῇ ὄψει καὶ τῇ ἁφῇ καὶ τῇ ἀκοῇ καὶ τῇ ῥινὶ
8. καὶ τῇ γλώσσῃ λελέχθαι φασὶν ἐπὶ τοῦ κάμνοντος αὐτοῦ· τὸ
9. δὲ καὶ τῇ γνώμῃ περὶ τοῦ ἰατροῦ· τὴν γὰρ τούτου γνώμην,
10. ἐξ ὧν ὁ κάμνων ὁρᾷ καὶ ἀκούει καὶ ἅπτεται καὶ ὀσμᾶται
11. καὶ γεύεται. συλλογίζεσθαί τε καὶ ἰατρὸν ἐξ αὐτοῦ γεύσεως
12. τεκμήρασθαι περὶ τοῦ κάμνοντος, ὥσπερ ἐκ τῆς νόσου· ἐὰν
13. μὲν γὰρ ἅπαντα αὐτῷ φαίνηται γευομένῳ πικρὰ, καθάπερ
14. τοῖς ἰκτεριῶσι, χολῆς ἐμπεπλῆσθαι τὴν γλῶτταν· ἐὰν δὲ
15. ἁλυκὰ, φλέγματος ἁλυκοῦ· ἐὰν δὲ ὀξέα, αὐτοῦ ὀξέος· οὕτω
16. δὲ καὶ τοῦ ἰδίου ἱδρῶτος ἐνίοτε παραῤῥυέντος εἰς τὸ στόμα,
17. τῆς ποιότητος αἰσθέσθαι φασὶ τὸν κάμνοντα. τοῖς τοῦτον
18. τὸν τρόπον ἐξηγουμένοις ἐναντιοῦσθαι δοκεῖ τὸ παραλελεῖφθαι
19. τὴν ὄσφρησιν τοῦ ἰατροῦ, καίτοι χρωμένου αὐτοῦ πρὸς 
1. πολλά. καὶ γὰρ ἐπὶ διαχωρημάτων καὶ οὔρων καὶ πτυέλων,
2. ἑλκῶν τε καὶ αὐτῆς τῆς τοῦ κάμνοντος εἰσπνοῆς χρῆται τῇ
3. τῆς ὀσφρήσεως αἰσθήσει κατὰ τὴν σημείωσιν· ἐγχωρεῖ δὲ
4. ταύτην παραλελεῖφθαι φάναι ὑπὸ τοῦ βιβλιογράφου, καθάπερ
5. καὶ ἄλλα πολλὰ ἐν πολλοῖς βιβλίοις Ἱπποκράτους τε
6. καὶ ἄλλων εὑρισκόμενα, τὰ μὲν ἡμαρτημένα φανερῶς, τὰ δὲ
7. παραλελειμμένα. καὶ μὴν καὶ τοιαύτην ἐξήγησιν ἔγραψάν
8. τινες. οὐ τὸ αὐτὸ σημαίνεσθαί φασιν ἐκ τοῦ φάναι καὶ
9. ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι, τῷ καὶ τῇ ὄψει καὶ τῇ
10. ἀκοῇ καὶ τῇ ἁφῇ ἐστιν αἰσθάνεσθαι. ἰδεῖν μὲν γάρ ἐστι
11. ναὶ θιγεῖν καὶ ἀκούειν μὴ καταληπτικῶς, αἰσθάνεσθαι δὲ
12. οὐκέτι μὴ καταληπτικῶς. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως
13. ἐξήγησις τοῦ Σεμίου τοῦ Στωϊκοῦ, διὸ καὶ τοῦ Κοΐντου
14. μαθητὴς Ἰφικιανὸς, αὐτὴν προσήκατο τὴν Στωϊκὴν ἀσπαζόμενος
15. φιλοσοφίαν, ἀλλ’ ὃ λέγουσίν ἐστι τοιοῦτον. τὸ μὲν
16. ἕτερον μέρος τῆς ῥήσεως περὶ τοῦ γένους μόνου διδάσκει
17. τῶν πραγμάτων, ἐξ ὧν αἱ σημειώσεις ἡμῶν γίνονται. τὸ
18. δὲ δεύτερον περὶ τοῦ κατ’ αὐτὸ διηκριβωμένου τε καὶ πιστοῦ,
1. ὡς εἰ καὶ οὕτως ἐγέγραπτο, προσῆκε ποιεῖσθαι τὰς
2. διαγνώσεις ἀπὸ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν
3. ἐν τῷ τοῦ κάμνοντος σώματι φαινομένων. ταῦτα δὲ
4. καὶ τὰ αἰσθητὰ καὶ τούτων αὐτῶν οὐχ ὅσα παρεῖδεν ἢ παρήκουσεν
5. ἢ ὅλως παρῄσθετο κατά τινα τῶν αἰσθήσεων, ἀλλ’
6. ἃ καλῶς καὶ καταληπτικῶς τῶν αἰσθήσεων ᾔσθετο ἑκάστῃ
7. καὶ τῇ γνώμῃ. συγκεχρῆσθαι γάρ φησι τῇ τοῦ αἰσθέσθαι
8. φωνῇ τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης. καὶ τοίνυν ἐν τῷ
9. πρώτῳ μέρει τῆς ῥήσεως ἑνὸς ἢ καὶ δυοῖν ἔτυχε μνημονεύσας,
10. ὅλον γὰρ τὸ γένος αὐτῶν ἐκ παραδείγματος ἐνεδείξατο.
11. κατὰ δὲ τὸ δεύτερον μέρος τῆς ῥήσεως, ἁπασῶν ἐμνημόνευσε
12. μετὰ τῆς γνώμης, ἀσφαλῆ καὶ βέβαιον τὴν ἀπόφασιν ποιούμενος,
13. ἐπειδὴ πάσαις ὑπάρχει κοινὸν, τὸ καταληπτικῶς τῶν
14. ὑποκειμένων ἀπομάσσεσθαι τὰς ἰδέας. ἐπεὶ δὲ ὅπερ ὑπεσχόμην,
15. ἔπραξα, διῆλθόν τε ὅσα πιθανῶς εἴρηταί τισιν εἰς
16. τὸ μὴ δοκεῖν τὸν Ἱπποκράτην πολλάκις εἰρηκέναι περὶ τῶν
17. αὐτῶν, ἐμοὶ μὲν ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ μετέρχεσθαι, σοὶ
1. δὲ τὴν δόξαν τῶν εἰρημένων ἀρίστην σκεψαμένῳ ἀρήγειν.
2. μέμνηται δὲ καὶ περὶ τοῦ τῆς γνώμης ὀνόματος εἰπὼν ὡς
3. ἐπὶ τῶν παλαιῶν ἐν ἴσῳ ἐστὶ τῷ διανοίας, εἴτε καὶ ἐννοήσεως
4. ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυριῶν ὀλίγα
5. παραθήσομαι. Κριτίας μὲν ἐν τῷ πρώτῳ ἀφορισμῷ τάδε
6. γράφει· μήτε ἃ τῷ ἄλλῳ σώματι αἰσθάνεται μηδὲ ἃ τῇ
7. γνώμῃ γιγνώσκει. καὶ πάλιν γιγνώσκουσιν οἱ ἄνθρωποι,
8. εἴ τις μὲν ὑγιαίνει τῇ γνώμῃ καὶ ἐν ὁμιλιῶν προτέρῳ· εἰ
9. δ’ αὐτὸς ἀσκήσειας, ὅπως γνώμῃ ᾖ ἱκανὸς, ἥκιστα
10. ἂν οὕτως ὑπ’ αὐτοῦ ἂν ἀδικηθείης καὶ πολλάκις ἐν τῷ αὐτῷ
11. καὶ ἐν τῷ δευτέρῳ τῶν ὁμιλιῶν ἀντιδιαιρῶν ταῖς αἰσθήσεσι
12. τὴν γνώμην, πολλάκις εἴρηκεν, ὥσπερ καὶ ὁ Ἀντιφῶν
13. ἐν τῷ πρώτῳ περὶ τῆς ἀληθείας ἐν τῷ λόγῳ ταῦτα
14. δὲ γνοὺς, εἰς ἕν τε οὐδὲν αὐτῷ οὐτέων ὄψει ὁρᾷ μακρότητα,
15. οὐτέην γνώμῃ γιγνώσκει, ὁ μακρότητα γιγνώσκων. καὶ πᾶσι
16. γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγείαν
17. καὶ νόσον καὶ τὰ ἄλλα πάντα. καὶ ὡς ὁ Πλάτων πρὸς
18. πρῶτον ἐν ἄλλοις τε καὶ κατὰ τὸ ε΄ τῆς πολιτείας. οὐκοῦν
1. τούτου μὲν τὴν διάνοιαν, ὡς γιγνώσκοντος, γνώμην ἂν
2. ὀρθῶς φαμὲν εἷναι, τοῦ δὲ δόξαντος, δόξαν. καὶ Λυσίας
3. κατὰ Πολιούχου· ἐκεῖνος γὰρ ὅσα τῇ ἑαυτοῦ γνώμῃ χρώμενος
4. ὑπὲρ τοῦ ἡμετέρου πλήθους ἔπραξε, πανταχοῦ φανήσεται
5. πολλῶν μὲν καὶ ἀγαθῶν αἴτιος τῇ πόλει γινόμενος,
6. πλεῖστα δὲ καὶ ἄχρηστα τοὺς πολεμίους ἐργασάμενος. καὶ
7. Αἰσχίνης δὲ κατὰ τούσδε ὁ Σωκρατικὸς ἐν τῷ Μιλτιάδῃ
8. κατὰ τὸ αὐτὸ σημαινόμενον κέχρηται τῷ ὀνόματι καὶ Ὑπερίδης
9. ἐν τῷ κατ’ αὐτὸ Διοκλέους καὶ ἄλλοι ῥήτορές τε καὶ
10. ἰατροὶ καὶ ποιηταί. περιττὸν δὲ πάντων μνημονεύειν.

Cliquer un n° de page pour en afficher l’image