Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.4, ed. Kühn, 1830, vol. 18b, p. 657-664. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.4


11. Ἃ καὶ οἷς γιγνωσκόμενα, πᾶσίν ἐστι γνῶναι.

12. Ζητεῖται κἀνταῦθα προσηκόντως τίνες ποτέ εἰσιν ἄλλαι
13. δυνάμεις παρά τε τὴν αἴσθησιν καὶ τὴν γνώμην ὑπὸ
14. τῆς φύσεως ἡμῖν δεδομέναι, διαγνωστικαὶ τῶν ἐκτὸς ὑποκειμένων·
15. ὡς γὰρ οὐκ εἰρηκὼς ἁπάσας, οὕτως ἐπήνεγκε,
1. γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι. διὰ τί τοίνυν αὐτὸν οὕτως
2. εἰπεῖν νομίζω καὶ δὴ φράσω, προειπών τι πρότερον
3. ἀναγκαῖον εἰς τὰ μέλλοντα λεχθήσεσθαι, πολλοῖς ἤδη καὶ
4. τῶν παλαιῶν εἰρημένον, οἷς ἀρέσκει μηδεμίαν εἶναι δόξαν,
5. ἣν οἱ τὰς αἱρέσεις συνιστάμενοι φιλόσοφοι δοκοῦσιν εὑρηκέναι,
6. πάντα δὲ τὰ εἰρημένα τῷ πρόσθεν χρόνῳ πολλάκις
7. ἅμα τῇ τῶν ἄλλων γνώμῃ διέφθαρται. μὴ μέντοι δοκεῖ
8. τὴν Πυῤῥωνείαν αἵρεσιν ἢ Ἀκαδημικὴν ἢ Στωϊκὴν ἢ Περιπατητικὴν
9. ἤ τινα ἄλλην ὕστερον Ἱπποκράτους γεγονυῖαν,
10. τῇ τῶν πραγμάτων αὐτῶν ἐξαπτόμενος δόξῃ. αὐτοὶ οὖν οἱ
11. τοῦ Πύῤῥωνος εἰς παλαιοτάτους ἄνδρας ἀνάγουσι τὴν ἑαυτῶν
12. προαίρεσιν. εἰκὸς οὖν καθ’ Ἱπποκράτην, μᾶλλον δὲ
13. οὐκ εἰκὸς, ἀλλ’ ἀναγκαῖον ἀμφισβητεῖν ἀλλήλοις
14. τοὺς τότε περὶ τῶν φυσικῶν κριτηρίων, τοὺς μὲν μηδὲν εἶναι
15. λέγοντας τοιοῦτον, καθάπερ ὕστερον οἱ Πυῤῥώνειοι,
16. τοὺς δὲ τὴν αἴσθησιν μόνην. ἐνίους δὲ ταύτην μὲν ἀτιμᾶσθαι
17. νομίζειν καὶ ἀληθὲς εἶναι τὸ περιφερόμενον δὴ τοῦτο,
18. νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δ’ ἄλλα κωφὰ καὶ τυφλά. 
1. τινὰς δ’ ἀμφότερα φύσει κριτήρια τεθεῖσθαι τῶν
2. μὲν αἰσθητῶν τὴν αἴσθησιν, τῶν δὲ νοητῶν τὸν νοῦν, τινὰς
3. δὲ πρὸς ταύταις καὶ ἄλλας ψυχῆς ἡμῶν δυνάμεις εἶναι νομίζειν.
4. ὅπως οὖν αὐτῶν ἐκφύγῃ τὴν ἐπήρειαν ὁ Ἱπποκράτης
5. αὐτὸς μὲν ἐμνημόνευσε δυοῖν κατὰ γένος δυνάμεσιν
6. αἰσθήσεώς τε καὶ διανοίας, ἃς ἴστε κἀμὲ διὰ παντὸς ἐπιδεικνύντα,
7. μόνα ἡμᾶς ἔχειν κριτήρια τῆς γνώσεως. ἕνεκα
8. δὲ τῶν σοφιστῶν τῷ λόγῳ προσέθηκεν, ἃ δ’ οἶς γιγνωσκόμενα
9. πᾶσι δυνατόν ἐστι γνῶναι. τινὲς μὲν οἴονται τὸν μὲν
10. νοῦν ἄλλης εἶναι φύσεως, τὴν δὲ διάνοιαν ἄλλης, τὸν δὲ
11. ἐνδιάθετον ὀνομαζόμενον λόγον ἄλλης, καὶ τούτων δὲ πλείους
12. ἄγουσι δυνάμεις. ἐμοὶ δὲ ἐν τοῖς τοῦ κοινοῦ λόγου βιβλίοις
13. δέδεικται τρεῖς εἶναι τὰς πάσας ἐν ἡμῖν δυνάμεις, αἷς χρώμεθα
14. πρός τε τὰς τῶν τεχνῶν συστάσεις καὶ τῶν βιβλίων
15. αἴσθησίν τε καὶ νοῦν καὶ μνήμην, ἀλλὰ τὴν μὲν μνήμην
16. ἀποτίθεσθαί τε καὶ φυλάττειν ἐν αὐτῇ τὰ γνωσθέντα δι’
17. αἰσθήσεως καὶ νοῦ ταμεῖόν τι τῶν εὑρημένων αὐτοῖς οὖσαν,
18. οὐκ αὐτὴν εὑρίσκουσαν ἑκάστου πράγματος φύσιν. εἰς δὲ
1. τὴν τῶν ζητουμένων εὕρεσίν τε καὶ κρίσιν, αἴσθησίν τε καὶ
2. νοῦν ἡμῖν ὑπάρχειν φύσει. ἀλλ’ ὅταν γε μὴν περὶ τούτων
3. αὐτῶν ὁ λόγος ᾖ, συγχωρεῖ τις ἄλλην μὲν δύναμιν εἶναι
4. τῆς νοήσεως, ὑπολαμβάνουσι δὲ τοῦ λόγου καὶ νῦν πάλιν
5. ἄλλην, εἰ βούλονται, τοῦ νοῦ καὶ τῆς διανοίας ἀρκοῦσαν
6. τούτῳ πρὸς αὐτοὺς, ὡς ἐναργῶς ἅπαντες ἄνθρωποι διαγιγνώσκουσι
7. καὶ μῆλον καὶ μέσπιλον καὶ σταφυλὴν καὶ ἄλλα
8. σώματα ὀσπρίων, εἴτε διὰ μιᾶς δυνάμεως ψυχικῆς, εἴτε διὰ
9. δυοῖν ἢ τριῶν ἢ πλειόνων ἡ διάγνωσις αὐτῶν γίγνηται. πεπεισμένοι
10. δέ εἰσιν ὡσαύτως ἅπαντες οἱ ἄνθρωποι καὶ κίνησιν
11. εἶναί τε καὶ αἴτιον καὶ σημεῖον, αὐτά τε ταῦτα τὰ
12. προειρημένα καὶ νοῦν καὶ μνήμην καὶ προαίρεσιν, ἃ πρὸς
13. ἄλλοις πολλοῖς ἀνατρέπειν ἐπεχείρησεν Ἀσκληπιάδης ὡς
14. οὐκ ὄντα. τούτων οὖν μοι προειρημένων ἤδη νομίζω, σαφὲς
15. γέγονεν, οὗτινος ἕνεκα ἐπὶ τελευτῇ τῆς διδασκαλίας ὁ Ἱπποκράτης
16. αὐτάρκως γεγενημένης προσέγραψεν· ἃ καὶ οἷς
17. γιγνωσκόμενα ἅπασίν ἐστιν γνῶναι. ἄρχεσθαι μὲν προσήκει
18. τὸν ἰατρὸν τῶν ἔργων τῆς τέχνης ἀπὸ τῆς διαγνώσεως
1. τῶν παθῶν, παραβαλόντα τὰ κατὰ τὸν νοσοῦντα νοσήματα
2. φαινόμενα τοῖς τῶν ὑγιαινόντων καὶ θεωροῦντα τίνα μὲν
3. ὅμοια, τίνα δὲ ἀνόμοια τὴν γνῶσίν γε καὶ αὐτῶν καὶ τῶν
4. ἄλλων ἁπάντων ὑπερβαίνειν, αἰσθήσει τε καὶ γνώμῃ, καὶ
5. εἴ τι δόξει ὡς ἄλλο πρὸς τούτοις κοινὸν ἁπάντων εἶναι φύσει
6. κριτήριον, ὁμοίως κἀκείνοις εἰς τὴν τῶν εὑρημένων κρίσιν.
7. ὡς τὸ γιγνώσκειν ἔχομεν ἅπαντες ἄνθρωποι, ὡς μὲν καὶ
8. ἡμεῖς εἰς τὰ τῆς τέχνης ἔργα, τὴν μὲν οἷον ὕλην ἔχοντες,
9. τὰ αἰσθητὰ, ἐν οἷς φησιν· ἃ καὶ θιγεῖν καὶ ἀκοῦσαί ἐστι.
10. τὴν δὲ τούτων κριτικὴν διττὴν, αἴσθησίν τε καὶ γνώμην,
11. ἃς διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν εἰπὼν, ἃ καὶ τῇ ἀκοῇ
12. καὶ τῇ ῥινὶ καὶ τῇ γλώττῃ ἐστὶν αἰσθέσθαι, ὑπηρετούσαις
13. ἀμφοτέραις, ἐναργῶς μὲν τῇ μνήμῃ, εἰ δέ τινα καὶ ἄλλην
14. ἐπεισάγεταί τις δύναμιν, οὐκ ἐκείνην ἡμῶν ἀρνησαμένων,
15. ἐὰν οὕτως φαίνηται χρήσιμος ὑποχειρισμῷ ὑπάρχουσα. διὰ
16. γὰρ τοῦ φάναι, οἷς γιγνωσκόμενα πᾶσίν ἐστι γνῶναι,
17. περιέλαβε μὲν καὶ τὴν γνώμην ἢ ἐξουσίαν δέδωκε τοῖς ἡγουμένοις
1. εἶναί τινα καὶ ἄλλην κριτικὴν δύναμιν καὶ ἐπιδεικνύειν
2. ἡμῖν αὐτήν. τὰ μὲν ἄχρι δεῦρο κατὰ τὸ βιβλίον
3. Ἱπποκράτους γεγραμμένα κοινὰ τῆς ὕλης ἰατρικῆς ἐστι καὶ
4. διὰ τοῦτό γε ἔφην αὐτὰ προοίμιον μέν τι πάσης τέχνης εἶναι.
5. τούτων δ’ ἐφεξῆς ἐπὶ χειρουργίαν ἀποκεχώρηκε καὶ
6. ταύτης ἃ κατὰ τὸ ἰητρεῖον ἢ μανθάνειν ἢ πράττειν ἐξ ἀρχῆς
7. οἱ κατὰ τὴν τέχνην ἀσκούμενοι δύνανται. καὶ μὴ νομίσῃ
8. μέ τις παρὰ τὸ ἐμὸν ἦθος μεμηκυγκέναι τὴν ἐξήγησιν.
9. ὅσοι γὰρ κοινοὶ λόγοι τῆς ὅλης τέχνης εἰσὶ, τούτοις
10. προσήκει μακρότερον ἢ κατὰ τοὺς ἐν μέρει λέγεσθαι, καὶ
11. μάλισθ’ ὅταν αὐτοὺς ἔν τινι πραγματείᾳ διέλῃ, μηκέτι μέλλων
12. αὖθις ἐρεῖν αὐτοὺς, καθάπερ κἀγὼ προῄρημαι κατὰ
13. τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν ἅπαντα μὲν διακρίνειν
14. αἰσθήσει τε καὶ γνώμῃ, τῶν δ’ εἰρημένων ἄρτι λόγων
15. μηκέτι μνημονεύειν. οὐ μὴν οὐδὲ νῦν ἀξίως αὐτοῦ τοῦ
16. πράγματος ἐμήκυνα τὸν λόγον· ἐνὸν γάρ μοι διελθεῖν τε
17. ἅμα καὶ κρῖναι τὴν γεγενημένην διαφωνίαν περὶ τοῦ τῶν
1. ψυχικῶν δυνάμεων ἀριθμοῦ βέλτιον ἐνόμισα πρὸς τὴν τοῦ
2. κοινοῦ λόγου πραγματείαν ἀναπέμψαι τὸν βουλόμενον ἀκριβέστερον
3. περὶ τούτων γνῶναι, διερχομένης δὲ τῆς ἄλλης
4. ζητήσεως ἐν τῷ λέγειν, ἀπὸ τῆς τοῦ ὁμοίου καὶ ἀνομοίου
5. θεωρίας ἄρχεσθαι, διὰ τὸ μὴ πάνυ τι διηρθρωμένως νοεῖσθαι
6. πᾶσιν, ὅτι εἴ τι διαφέρει τοῦ ὁμοίου τὸ ταὐτὸν, ἑκὼν
7. καὶ ταύτην παρέλιπον ἐν ἑτέροις ἐξειργασμένην. ἐμπίπτει
8. γὰρ εἰς τὴν περὶ αὐτῆς σκέψιν ἄλλα τέ τινα ἃ καὶ ταύτην
9. παρέλιπον, τὸ πότερον ἐπὶ τοῖς αὐτοῖς ἢ ὁμοίοις οἱ τηρήσεις
10. μὲν τοῖς ἐμπειρικοῖς γίγνονται. τινὲς μὲν γὰρ καὶ αὐτῶν
11. τῶν ἐμπειρικῶν ἐπὶ τοῖς ὁμοίοις ἔφασαν, οἱ δὲ ἀκριβέστεροι
12. τὴν ἀκολουθίαν διασώζοντες ὅλης ἑαυτῶν τῆς ἀγωγῆς ἐπὶ
13. τοῖς αὐτοῖς φασι τὰς τηρήσεις ἁπάσας γίγνεσθαι, τάς τε
14. παθογνωμικὰς ὀνομαζομένας καὶ τὰς προγνωστικὰς καὶ τὰς
15. θεραπευτικάς. Δίωνα φρενετίζοντα Θέωνι φρενετίζοντι, καθόσον
16. ἀμφότεροι φρενετίζουσι, τὸν αὐτὸν εἶναι. τινὲς δ’
17. οὐδ’ ἁπλῶς λέγεσθαί φασι τὸ ὅμοιον, ἀλλὰ καὶ νοεῖσθαι 
1. καὶ λέγεσθαι διττῶς· ἓν μὲν γὰρ ὅμοιον ἀπαράλλακτον
2. νοεῖσθαι, καθάπερ τοὺς Διοσκόρους, ἕτερον δὲ οὐ τοιοῦτον,
3. ἀλλ’ ἐν ᾧ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν. οὐ μὴν παρὰ τοῖς
4. παλαιοτάτοις ἰατροῖς τε καὶ φιλοσόφοις, ὧν ἔτι συγγράμματα
5. διασώζεται, τοιαύτη χρῆσις εὑρίσκεται συγκεχυμένως
6. καὶ ἀδιαρθρώτως χρωμένων αὐτῶν τῇ τῶν ὁμοίων προσηγορίᾳ,
7. ποτὲ μὲν ἐπὶ τῶν αὐτῶν εἶδος ἐχόντων ἀπαράλλακτον,
8. ὡς τὸν ἀριστερὸν ὀφθαλμὸν τῷ δεξιῷ, θεωρουμένοις
9. ἀμφοῖν ἐφ’ ἑνὸς ἀνθρώπου, ποτὲ δ’ ἂν καὶ ἐπὶ διαφερόντων
10. ἀνθρώπων, ὁ μὲν γλαυκὸς, ὁ δὲ χαροπὸς ἢ μέλας, ἢ
11. καθόσον ὀφθαλμοὶ καὶ τούτους ὁμοίους λέγουσιν εἶναι, μᾶλλον
12. δὲ αὐτοῖς ἐστι καὶ συνηθέστερον τὸν γλαυκὸν τῷ γλαυκῷ,
13. τὸν χαροπὸν τῷ χαροπῷ λέγειν ὅμοιον, καθάπερ γε καὶ
14. τὴν ῥῖνα τὴν μὲν γρυπὴν τῇ γρυπῇ, τῇ δὲ σιμῇ τὴν σιμὴν,
15. τῇ δὲ εὐθείᾳ τὴν εὐθεῖαν ὁμοίαν εἶναι.

Cliquer un n° de page pour en afficher l’image