16. Τὰ δ’ ἐς χειρουργίαν κατ’ ἰητρεῖον.
1. Αἱ τοιαῦται βραχυλογίαι προδήλως ὑφ’ ἑκόντων γίγνονται,
2. ἀσαφῶς ἑρμηνεῦσαί τι βουληθέντων. ὅπου γὰρ ἐνίοτε
3. μὲν ὀνόματος ἑνὸς ἢ ῥήματος ἢ δυοῖν ἢ τὸ πλεῖστον τριῶν
4. προσθέσει τὸν λόγον ἐργάσασθαί ἐστι σαφῆ, πῶς οὐκ ἄν
5. τις ἀσάφειαν ἐπιτηδεύεσθαι φαίη τοὺς οὕτω συγκειμένους
6. λόγους; ἐγὼ γοῦν ἐρῶ τὸν τύπον τῆς λέξεως, ᾧ τις ἂν
7. χρησάμενος ἡγήσαιτο σαφῆ τὸν λόγον. ἔσται δὲ τοιόσδε τις·
8. ἡ μὲν ἰατρικὴ πᾶσα κοινὸν τὸν σκοπὸν εἰς τὰς διαγνώσεις
9. τῶν παθῶν, ὁμοιότητά τε καὶ ἀνομοιότητα πρὸς τοὺς ὑγιαίνοντας
10. ἐκ τῶν ἐναργῶς αἰσθήσει τε καὶ νοήσει φαινομένων,
11. τήν τε εὕρεσιν ἴσχουσα καὶ τὴν κρίσιν. ἐγὼ δὲ
12. ταύτης ἐρῶ τὰ κατὰ χειρουργίαν μόνον, ἃ ἐν ἰατρικῇ δύναται
13. δείκνυσθαί τε τοῖς μανθάνουσι καὶ περὶ τοὺς πάσχοντας
14. ἐνεργεῖσθαι. οὕτως ἄν τις μὲν εἶπε σαφῶς ἑρμηνεῦσαι
15. βουλόμενος. γράφουσι δ’ ἔνιοι τοῦ κατ’ ἰητρεῖον ὀνόματος
16. τὴν ἐσχάτην συλλαβὴν διὰ τοῦ η΄ καὶ εἰ βούλῃ,
17. κατὰ τὴν ἰατρικὴν, οὐ κατὰ τὸ χωρίον, ὃ καλοῦμεν ἰατρεῖον,
1. ὡσεὶ καὶ οὕτως εἰρήκει· τὰ δ’ ἐς χειρουργίαν τὴν κατ’
2. ἰατρικὴν τέχνην ἐστὶ τάδε· φαίνεται δὲ ἑξῆς ὁ τοῦ βιβλίου
3. συγγραφεὺς, εἴτ’ αὐτὸς ὁ Ἱπποκράτης ἐστὶν εἴθ’ υἱὸς
4. αὐτοῦ Θεσσαλὸς, οὔτε πασῶν τῶν κατ’ ἰατρικὴν χειρουργιῶν
5. μνημονεύειν οὔτε τῶν κατὰ τὸ ἰατρεῖον, ἀλλὰ καὶ
6. τούτων αὐτῶν ὅσαι τοῖς εἰσαγομένοις εἰσὶ χρήσιμοι. καὶ
7. μέντοι καὶ ἡ ἐπιγραφὴ τοῦ συγγράμματος ἐντεῦθεν ἐγένετο
8. ᾗ παραπλησίως ἐς ὕστερον ἐποιήσατο Διοκλῆς καὶ Φιλότιμος
9. καὶ Μαντίας. εἶχε δ’ ἂν τελεώτερον, ἢν περὶ τῶν κατ’
10. ἰητρεῖον ἐπεγέγραπτο. θαυμάζω δὲ Ἀσκληπιάδου τὴν μὲν
11. κατ’ ἰητρείην γραφὴν φυλάξαντος, σημεῖον δὲ αὐτὴν οἰομένου
12. περὶ τῶν αὐτῶν κατὰ τὸ ἰητρεῖον. τὸ γὰρ κατ’ ἰητρίην
13. ἐστὶ τούτου σημαντικὸν, οὐ τὸ κατ’ ἰητρεῖον, ἵνα τις
14. ἰητρεῖον τῶν νόσων ἰητρίην ἀκούσῃ. τὰ μὲν δὴ τοιαῦτα
15. περὶ τῶν ὀνομάτων ἴσχει τὴν σκέψιν, ὧν ὀλίγη φροντὶς
16. τοῖς σπουδάζουσι τὴν τῶν πραγμάτων ἀλήθειαν. ἡ δὲ
1. αὐτῶν τῶν προκειμένων διδασκαλία κατὰ τὴν ἑξῆς λέξιν
2. ἄρχεται.