Galenus. In Hippocratis De officina medici commentaria (In Hipp. De off. med. comm.) [n° 111 Fichtner] [GalLat]

Εἰς τὸ Ἱπποκράτους κατ’ ἰητρεῖον ὑπομνήματα
Commentaire à l’Officine du médecin d’Hippocrate
Commentary on Hippocrates’ ‘Surgery’ (Hipp. Off. Med.)
Lyons, 1963.
Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1830, vol. 18b, p. 629-925. urn:cts:greekLit:tlg0057.tlg101.verbatim-lat1

Hippocratis De medici officina liber et Galeni in eum commentarius, 1.6, ed. Kühn, 1830, vol. 18b, p. 667-674. urn:cts:greekLit:tlg0057.tlg101.1st1K-grc1:1.6


3. Ὁ ἀσθενέων, ὁ δρῶν, οἱ ὑπηρέται, τὰ ὄργανα, τὸ φῶς,
4. ὅκου, ὅκως, ὁκόσα, οἷσιν, ὅκως, ὁκότε, τὸ σῶμα, τὰ
5. ἄρμενα, ὁ χρόνος, ὁ τρόπος, ὁ τόπος.

6. Διὰ ταύτην τῆς ῥήσεως ἅπαντα διῆλθεν, ὑφ’ ὧν καὶ
7. δι’ ὧν καὶ περὶ ὧν τὸ χειρουργικὸν μέρος τῆς τέχνης καταγίνεται.
8. διέξεισι δὲ ἐφεξῆς ὁποῖόν τε τῶν εἰρημένων ἕκαστον
9. εἶναι προσήκει καὶ καθ’ ὅντινα τρόπον ἢ χρόνον
10. εἰς χρῆσιν ἄγεσθαι. ἔστι δ’ αὐτῶν τὰ μὲν πλεῖστα σαφῆ,
11. καθάπερ ὁ ἀσθενέων καὶ ὁ δρῶν καὶ οἱ ὑπηρέται καὶ τὰ
12. ὄργανα καὶ τὸ φῶς. καὶ μέντοι καὶ αὐτὸς ὁ συγγραφεὺς
13. ἑξῆς ὑπὲρ αὐτῶν διῆλθεν, ὅπως μὲν ἑαυτὸν χρὴ παρέχειν
14. τῷ ἰατρῷ τὸν ἀσθενοῦντα διδάξας, ὅπως δὲ δεῖ τὸν ἰατρὸν
15. ἐνεργεῖν ἀμφ’ αὐτὸν, ὅπως δὲ τοὺς παρόντας τούτῳ ὑπηρετεῖν
1. δεῖ. ὡσαύτως δὲ καὶ περὶ τῶν ὀργάνων καὶ τοῦ φωτὸς,
2. αὐτὸς ὅσα προσήκει γιγνώσκειν ἡμᾶς, ἐφεξῆς ἔγραψε.
3. μετὰ δὲ ταῦτα περὶ ἐπιδέσεως μακρὰν ἐποιήσατο διδασκαλίαν,
4. οὐ κατὰ τὸ τῆς λέξεως εἶδος μηκύνας· ἐν ὅλῳ γὰρ
5. τῷ βιβλίῳ φυλάττει τὴν βραχυλογίαν, ἀλλὰ τῷ βουληθῆναι
6. μηδὲν παραλιπεῖν τῶν χρησίμων. ὅσα τοίνυν ἐκτὸς ἀσθενοῦντος
7. καὶ δρῶντος καὶ ὑπηρετῶν καὶ ὀργάνων καὶ φωτὸς
8. εἴρηται κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισκέψασθαι χρὴ,
9. καὶ πρῶτόν γε τὸ πρῶτον ἐν αὐτοῖς εἰρημένον, τὸ ὅκου, διὰ
10. τοῦ μὲν κ τῆς δευτέρας συλλαβῆς ὑπὸ τῶν Ἰώνων λεγομένης,
11. πρὸς ἡμῶν δὲ διὰ τοῦ π, καὶ σημαίνοντος τὸν τόπον
12. ἐν ᾧ κείμενος τυγχάνει. διὸ καὶ κατὰ πάντων αὐτό τις εἰρῆσθαι
13. τῶν προειρημένων οὐκ ἂν ἀπὸ τρόπου φαίη. ὅ τε
14. γὰρ ἀσθενῶν ἐπιτηδείου τόπου δεῖται, κέκληται δὲ τὰ ἀσθενοῦντα
15. δηλονότι, περὶ ὧν ἡ χειρουργία γίγνεται, τούτου δ’
16. οὐχ ἧττον ὁ ἰατρός. ὥσπερ γε τὰ ὄργανα τοῦ προσήκοντος
17. τόπου χρῄζει καὶ τοῦ φωτὸς δὲ τὸ τεχνικὸν, ὡς αὐτὸ ἐφ’
18. ἡμῖν ἐστιν ἐν τῷδε τῷ τόπῳ ποιῆσαι τόδε ἐφεξῆς γεγραμμένον 
1. τὸ, ὅκως, ἡμεῖς μὲν διὰ τοῦ π λέγομεν ὅπως. σημαίνει
2. δ’ οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς Ἴωσι
3. τὴν οἷον ποιότητα τῶν διδασκομένων πραγμάτων. οὐ γὰρ
4. μόνον ὅπου χρὴ κατακείμενον ἢ καθήμενον χειρουργεῖσθαι
5. τὸν πεπονθότα τόπον, ἐπίστασθαι τοῖς μανθάνουσι τὴν
6. τέχνην, ἀλλὰ καὶ τὸ πῶς ἔχει σχήματος. οὕτως δὲ καὶ τὸν
7. ἐνεργοῦντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ. καὶ τῶν ὀργάνων
8. ἡ θέσις οὐ μόνον ἐπιτήδειον ἔχειν δεῖται τόπον, ἀλλὰ καὶ
9. παρεσκευάσθαι κατὰ τάξιν. οὕτως ἂν εὐληπτότατον ἕκαστον
10. εἴη καὶ αὐτῷ τῷ ἰατρῷ καὶ τοῖς ὑπηρέταις αὐτοῦ. φαίνεται
11. δὲ ἐντεῦθεν παραλελοιπὼς τὰ ἄρμενα συνεπινοεῖσθαι,
12. συντίθεσθαι τοῖς ὀργάνοις δυνάμενα. ὅπως δὲ πάλιν
13. αὐτῶν ἐφεξῆς ἀτάκτως ἐμνημόνευσε, μετ’ ὀλίγον ὀψόμεθα.
14. νυνὶ δὲ τὰ συνεχῆ τοῖς εἰρημένοις ἐξαπλωτέον, ἔνθα
15. φησίν· ὅσα οἷς ὅκως ἀναφέρεται δηλονότι τούτων ἕκαστον
16. ἐπὶ τὰ προειρημένα, ἃ παρασκευασθησόμενα πρὸς τὴν χειρουργίαν
17. προσήκει γιγνώσκεσθαι τοῖς μανθάνουσιν, ὁπόσα
18. τέ ἐστι καὶ οἷς τέ τισιν αὐτῶν καὶ ὅπως χρηστέον, ἵνα τὸ
1. μὲν ὀλίγον ἔμπροσθεν εἰρημένον, ὅκως, ἐφεξῆς τῷ ὅκου τὴν
2. ἐν τῇ θέσει ποιότητα δηλοῖ, τὸ δὲ νῦν λεγόμενον τὴν ἐν
3. τῇ χρήσει. τέτακται γοῦν ἐκεῖνο μὲν ἐπιῤῥήματι τοπικῷ
4. τῷ ὅκου, τουτὶ δὲ ἄρθρῳ τῷ διά τινων ἀρμένων ὀργάνων
5. ἐνεργείας δηλῶσαι βουλομένῳ. τὸ δὲ ἐφεξῆς εἰρημένον ὁκότε
6. προδήλως τὸν καιρὸν δηλοῖ, καθ’ ὃν ἑκάστῳ προσήκει χρῆσθαι.
7. τὰ δὲ μετὰ ταῦτα κατὰ τήνδε τὴν λέξιν οὕτως ἔχοντα, τὸ σῶμα,
8. τὰ ἄρμενα, ὁ χρόνος, ὁ τρόπος, ὁ τόπος, εἰκότως ἐζήτηται τίνα
9. διάνοιαν ἔχει. καὶ γὰρ τὸ σῶμα τοῦ πάσχοντος ἔμπροσθεν εἴρηται
10. δυνάμει κατ’ ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως, ἐν ᾧ τοῦ ἀσθενοῦντος
11. ἐμνημόνευσε. καὶ ὁ χρόνος ἐν τῷ, ὁκότε καὶ ὁ τρόπος
12. ἐν τῷ ὅκως καὶ ὁ τόπος ἐν τῷ ὅκου. διὰ τί οὖν φαίνεται
13. ταῦτα λέγων, μετὰ τοῦ καὶ παρόντος ἐμβεβλῆσθαι
14. παρὰ τάξιν αὐτοῖς τὰ ἄρμενα, βελτίονα τάξιν ἔχοντα μετὰ
15. τῶν ὀργάνων τετάχθαι δυναμένων ἡμῶν, εἰ καὶ μηδ’ ὅλως
16. ἐγέγραπτο, συνεπινοεῖν τοῖς ὀργάνοις. ἀλλὰ περὶ μὲν τούτων
17. ἔνεστι λέγειν ὡς τὰς σμίλας καὶ τὰ τρύπανα καὶ τὰ
18. ἄγκιστρα καὶ τὰς ξυστῆρας καὶ τοὺς μηνιγγοφύλακας, ὅσα
1. τε ἄλλα τοιαῦτα προσήκει νῦν ἀκοῦσαι λέγειν αὐτὸν ἄρμενα.
2. δυναμένων δὲ ἡμῶν αὐτὰ συνυπακοῦσαι τοῖς ὀργάνοις,
3. ὡς ὁμογενῆ κατὰ τὴν οἰκείαν σκευὴν πρὸς τὴν θεραπείαν
4. χρήσιμα, καλεῖν αὐτὰ ἄρμενα, καθάπερ ἐν τῷ περὶ
5. διαίτης ὀξέων εἶπεν, ἔνθα περὶ λουτροῦ διῆλθεν. ὀλίγῃσι
6. γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες
7. ὡς δεῖ. σκάφας οὖν ἡγητέον λέγειν αὐτὸν καὶ τροχοὺς καὶ
8. λεκάνας καὶ πυέλους καὶ ὅσα τἄλλα τοῖς θεραπευομένοις
9. ἐπιτήδεια. περὶ τῶν ἅμα τοῖς ἀρμένοις εἰρημένων ἐμμένει
10. τὸ ἄτοπον· ἴσως οὖν εἴρηκε νῦν σῶμα μὲν τὸ πεπονθὸς
11. μόριον, χρόνον δὲ τὸν ἐζευγμένον αὐτῷ. προσήκει γὰρ ἐν
12. ταῖς χειρουργίαις ἐπίστασθαι, ὁκότε σπαστέον ἐστὶ τὸ θεραπευόμενον
13. πάθος. αὐτὸς οὖν ἐκέλευσε μήτε κατατείνειν
14. κῶλα μήτ’ ἐκβάλλειν ἄρθρα τριταῖα καὶ τεταρταῖα. δύναται
15. δὲ καὶ τῆς χειρουργίας χρόνος εἰρῆσθαι νῦν. ἔνια μὲν
16. γὰρ χρὴ πειρᾶσθαι τάχιστα χειρουργεῖν, ὅταν ἤδη διὰ τὸ
17. ψυχθῆναι μὲν κίνδυνος ἕπεται μέγιστος, ὡς ἐπὶ τῶν ἀπεῤῥαμμένων
1. ἦν. φέρονται γὰρ ταχέως εἰς τὸ μέγεθος τῆς
2. ὀδύνης οἱ χειρουργούμενοι· τινὰ δ’ ἐν χρόνῳ πλείονι, καθάπερ
3. τὰ ὑποχύματα. δεῖ γὰρ μετὰ τὸ καταχθῆναι κρατῆσαι
4. τὸ παρακέντριον ὡς προσήκει μέχρι πολλοῦ, κατὰ τὸ
5. χωρίον ᾧ βουλόμεθα μένει στηριχθέντα βεβαίως αὐτό. κἂν
6. τοίνυν ὁ τρόπος ἐπὶ τῆς τοῦ πάθους γενέσεως εἰρῆσθαι
7. δύναται, κατὰ τίνα τρόπον ἤτοι τὸ κάταγμα γέγονεν,
8. ἢ τὸ ἐξάρθρημα, γιγνώσκειν ἀξιοῦντος αὐτοῦ τὸν ἰατρὸν,
9. ὥσπερ κἀν τῷ περὶ ἐν τῇ κεφαλῇ τραυμάτων αὐτὸς
10. διῆλθε τοὺς τρόπους, καθ’ οὓς αἱ πληγαὶ γίγνονται κατὰ
11. τήνδε τὴν ῥῆσιν· τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ
12. κατὰ τόσους τρόπους. καὶ ἐφεξῆς πάλιν· τῶν δὲ τρόπων
13. ἑκάστου πλείονες ἰδέαι γίνονται τοῦ κατάγματος ἐν τῇ
14. τρώσει. καὶ μετὰ ταῦτα πάλιν, θλασθείη δ’ αὐτὸ ὀστέον
15. μόνον ἐν τῇ αὐτοῦ φύσει καὶ ῥωγμὴ τῇ θλάσει οὐκ ἂν προσγένοιτο
16. ἐν τῷ ὀστέῳ οὐδεμία. δεύτερος οὗτος τρόπος· εἶτ’
17. ἐφεξῆς ἄλλον εἰπὼν ἐπιφέρει· τρίτος οὗτος τρόπος· καὶ
18. πάλιν· τέταρτος οὗτος τρόπος· ἐφεξῆς· πέμπτος οὗτος τρόπος
1. ἀπορώτατος φαίνεται, τὸ καὶ τόπου δεῖ πάλιν αὐτὸν
2. μνημονεύειν ἔμπροσθεν εἰρηκότα τὸ ὅκου δηλωτικὸν ἐπίῤῥημα
3. τόπου. δι’ ὧν καί τινες ἑτέραν ἐξήγησιν ἐποιήσαντο
4. τῆς ῥήσεως ἅμα καὶ τῷ, τὴν ἑτέραν εἶναι τῷ τόπῳ· γράφουσι
5. γὰρ ἀντ’ αὐτοῦ τὸ ὅκου προειρημένον, ἀλλ’ ὅμως
6. τὴν γραφὴν ταύτην οἵ τε ἐξηγησάμενοι τὸ βιβλίον ἴσασι καὶ
7. οἱ πλεῖστοι τῶν ἐμπειρικῶν ἔχουσι. καὶ μέντοι καὶ ἀναλήψομαι
8. νῦν αὖθις αὐτὴν ἕνεκα σαφηνείας ἔχουσαν οὕτως·
9. ὁ ἀσθενέων, ὁ δρῶν, οἱ ὑπηρέται, τὰ ὄργανα, τὸ φῶς, ὅκου,
10. ὅκως, ὅσα, οἷσι, ὁκότε, τὰ σώματα, τὰ ἄρμενα, ὁ χρόνος,
11. ὁ τρόπος. φασὶν οὖν ἐν τῷ λέγειν, ὅκου, τὰ σώματα, ἄρμενα,
12. τὸ μὲν αὐτῶν πεποιῆσθαι τοῦ κατὰ τὸν ἔμπροσθεν
13. λόγον, ἁπλῶς ἀκούσας ὅκου. τὸ γὰρ ὅκου τῷ τε σώματι
14. τοῦ κάμνοντος καὶ τοῖς ἀρμένοις συμβεβηκέναι δυνάμενον,
15. νῦν ἀρμένων λέγεσθαι, τῶν ἔμπροσθεν ὀργάνων εἰρημένων.
16. ὅτι δ’ ἐν τῷ προσήκοντι τόπῳ χρὴ τό γε σῶμα τοῦ κάμνοντος
17. καὶ τὰ ἄρμενα κεῖσθαι, νῦν ἐπιδιορίζοντα. ἐν ταύτῃ
18. δὲ τῇ γραφῇ μετὰ τῆς εἰρημένης ἐξηγήσεως ὁ τόπος ἐπὶ τῇ 
1. τελευτῇ τῆς ὅλης ῥήσεως εἰρῆσθαι δόξει, κατὰ τοῦ πεπονθότος
2. μορίου τοῦ σώματος. ὀνομάζειν γὰρ εἰώθασιν ὥσπερ
3. μόρια τοῦ σώματος, οὕτω καὶ τόπους οἱ ἰατροί. καὶ γέγραπταί
4. τισιν ὅλα βιβλία περὶ τόπων πεπονθότων. ἄχρι
5. μὲν τοῦδε τὰ κεφάλαια μόνον εἴρηται τῶν δειχθησομένων
6. πραγμάτων, αὐτὴ δὲ ἡ διδασκαλία κατὰ τὴν ἐφεξῆς ῥῆσιν
7. ἄρχεται, διὸ καὶ προσέχειν ἐκείνοις σε θέλων ἀξιῶ. τὸ γὰρ
8. οὐκ ὀρθῶς ἐν αὐτοῖς νοηθὲν εἰς τὰ τῆς τέχνης ἔργα βλάπτει.
9. τῶν ἄχρι μὲν δεῦρο προειρημένων, εἰ μὴ καὶ καλῶς
10. τι νοήσειεν, οὐ μεγάλη βλάβη.

Cliquer un n° de page pour en afficher l’image