11. Ὁ δρῶν ἢ καθήμενος ἢ ἑστεὼς ξυμμέτρως πρὸς ἑωυτὸν πρὸς
12. τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν.
13. Ῥῆσιν ἔφην αὐτῷ κατάλογον γεγονέναι τῶν πραγμάτων,
14. ὑφ’ ὧν καὶ δι’ ὧν καὶ μεθ’ ὧν καὶ περὶ ἃ τὰς χειρουργίας
1. ἀναγκαῖόν ἐστι γίγνεσθαι. τὰ μὲν οὖν ὑφ’ ὧν
2. ὅ τε ἰατρός ἐστι καὶ οἱ ὑπηρέται τὰ δὲ δι’ ὧν, τά γε
3. ὄργανα, τὰ δὲ μεθ’ ὧν, τό τε φῶς καὶ ὁ τόπος. περὶ ἃ
4. δὲ τό τε σύμπαν σῶμα τοῦ χειριζομένου καὶ τὸ πεπονθὸς
5. μόριον. ἐν δὲ τῇ προκειμένῃ ῥήσει καὶ ταῖς ἐφεξῆς ἕκαστον
6. τούτων ὁποῖον εἶναι χρὴ διδάσκει, μὴ φυλάττων τὴν τάξιν,
7. ἐν ᾗ τὸν κατάλογον ἐποιήσατο· πάντως γὰρ ἂν ἐπὶ τοῦ
8. ἀσθενοῦντος ἤρξατο. σύνηθες δὲ τοῖς παλαιοῖς ἅπασι
9. τοῦτο καὶ μυρία παρὰ πάντων αὐτῶν βουληθεὶς ἐκλέξῃ
10. παραδείγματα. πρὸς δὲ τὸ παρὸν ἀρκήσειε παρὰ τοῦ ποιητοῦ
11. τό τε κατὰ τὸ β΄ τῆς Ἰλιάδος εἰρημένον ἐν τῷ καταλόγῳ·
14. πρώτους γὰρ εἰπὼν τοὺς ἄνδρας, εἶτ’ ἐφεξῆς τοὺς ἵππους,
15. οὐ περὶ πρώτων τῶν ἀνδρῶν ἀπέδωκε τὸν λόγον, ἀλλά γέ
16. φησιν·
8. ἑτέρωθι δὲ πάλιν εἰπών·
10. ἐπήνεγκε πρὸς τὸ δεύτερον ἀπαντήσας πρότερον,
12. ἐν δὲ τῷ η΄ τῆς Ἰλιάδος, ὥσπερ ἐξεπίτηδες ἐνδείξασθαι
13. βουλόμενος ὡς οὐ χρὴ πεφροντικέναι τῆς τοιαύτης τάξεως,
14. πάντα καταλέξας ἐφεξῆς πράγματα. πρὸς μὲν γὰρ τὸ δεύτερον
15. ἀπήντησε πρῶτον, εἶθ’ ἑξῆς πρὸς τὸ πέμπτον, εἶτα
1. πρὸς τὸ τέταρτον, εἶτα πρὸς τὸ τρίτον. ἔστι δὲ τὰ ἔπη,
2. ὧν ἀρχὴ οἵδε οἱ στίχοι·
5. Περὶ μὲν δὴ τῆς ἐν τῷ λόγῳ τάξεως ἀρκεῖ ταῦτα ἅπαξ
6. εἰρῆσθαι νῦν, ὡς μηκέτ’ ἐν ἄλλῳ περὶ αὐτῶν ἀκοῦσαι ποθεῖν.
7. τὰ δὲ περὶ τοῦ δρῶντος, ὅπερ ἐστὶ χειρουργοῦντος
8. ἰατροῦ, δῆλα πᾶσίν ἐστι τοῖς βουλομένοις προσέχειν αὐτῷ.
9. φησὶ γὰρ ἤτοι καθήμενον ἢ ἑστῶτα τὴν χειρουργίαν ποιεῖσθαι
10. τὸν ἐνεργοῦντα συμμέτρως ἔχοντα, πρός τε τὸν χειριζόμενον
11. δ’ ἥκει καὶ τὴν αὐγήν· ὃν ἔχομεν σκοπὸν φυλάττειν
12. πρὸς ἕκαστον ὧν εἶπε συμμετρίαν ἐφεξῆς διδάσκει
13. ἀπαντήσας πρῶτον, ὅπερ ἐστὶν ἡ αὐγή.