14. Αὐγῆς μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.
1. τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ’ ἡμῖν, τὸ δὲ τεχνητὸν καὶ ἐφ’
2. ἡμῖν.
3. Καὶ περὶ τοῦ τῶν εἰδῶν ὀνόματος ἅπαξ ἀκούσας νῦν
4. εἰς ἀεὶ μέμνησο. τοῖς γὰρ παλαιοῖς ἔθος ἐστὶ καὶ διαφορὰς
5. καὶ εἴδη καὶ τρόπους ὀνομάζειν τὰ κατὰ τὴν τομὴν τῶν
6. γενικωτέρων πραγμάτων ὑποπίπτοντα. καὶ νῦν οὖν οὕτως
7. εἶπεν ὁ Ἱπποκράτης αὐγῆς εἶναι δύο εἴδη, ὡς εἰ καὶ διαφορὰς
8. καὶ τρόπους εἰρήκει δύο. τὸ μὲν οὖν κοινόν
9. ἐστιν, ᾧ πάντες ἄνθρωποι χρώμεθα, μάλιστα μὲν ἐν ὑπαίθρῳ,
10. δεύτερον δὲ ἐν οἴκοις μεγάλοις θύρας μεγάλας φωτὸς
11. πλήρεις ἔχουσιν, οἷοι καὶ νῦν κατὰ πολλὰς τῶν πόλεων δίδονται
12. ἰωμένοις τοῖς ἰατροῖς, οὓς παρωνύμως αὐτῶν ἰατρεῖα
13. προσαγορεύουσι. τὸ δὲ τεχνητὸν φῶς μάλιστα μὲν καὶ
14. τοῦτο γίγνεται, λύχνους ἁψάντων ἢ δᾷδας ἢ λαμπάδας ἤ τι
15. τοιοῦτον. κατὰ δὲ δεύτερον λόγον ἀνοιξάντων θυρίδας ἢ
16. ὅλας ἢ ἐκ μέρους ἢ τὰς μὲν κλεισάντων, τὰς δὲ ἀνοιξάντων.
17. καὶ περὶ θυρῶν ὁ αὐτὸς λόγος.