ΤΟ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΤ’ ΙΗΤΡΕΙΟΝ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ ΕΙΣ ΑΥΤΟ
ΥΠΟΜΝΗΜΑ Α.
1. Γαληνοῦ προοίμιον. Ἰατρικὸν ἐπέγραψεν
2. αὐτὸ κατ’ ἰητρεῖον. ἄμεινον δὲ ἦν περὶ τῶν κατ’ ἰητρεῖον
3. ἐπιγεγράφθαι, καθάπερ ἔνιοι τὸ Διοκλέους ἐπιγράφουσι καὶ
4. Φιλοτίμου καὶ Μαντίου. γεγραφότων γὰρ καὶ τούτων
5. τῶν ἀνδρῶν εἰς τὴν αὐτὴν ὑπόθεσιν, ἐν ἑκάστῳ βιβλίῳ, ἐν
6. μὲν τοῖς πλείστοις ἡ ἐπιγραφὴ χωρὶς τῆς προθέσεώς ἐστι
7. καὶ τοῦ ἄρθρου κατ’ ἰητρεῖον ἀπλῶς ἐπιγεγραμμένων αὐτῶν,
1. ἐν ὀλίγοις δὲ σύν τε τῇ προθέσει καὶ τῷ ἄρθρῳ περὶ τῶν
2. κατ’ ἰητρεῖον. ἀλλὰ τὰ μὲν τούτων βιβλία πλείονα θεωρήματα
3. διδάσκει, τὸ δὲ Ἱπποκράτους μετὰ τὸν κατάλογον ἐξ
4. ὧν ἡ χειρουργία συμπληροῦται, τὸν περὶ τῆς ἐπιδέσεως λόγον
5. διέρχεται, τοῦτο πρῶτον ἀξιοῦντος ἀσκεῖσθαι τἀνδρός.
6. καὶ μέντοι καὶ δύναται ἡ ἄσκησις αὐτοῦ γίγνεσθαι, μάλιστα
7. μὲν ἐπὶ ξύλων ἐγγεγλυμμένων ἐς ἀνθρώπων ἰδέαν, εἰ δὲ μὴ,
8. κατὰ γε τὰ τῶν παιδίων σώματα. ταῦτα μὲν οὖν αὐτὸ τὸ
9. βιβλίον ἠνάγκασεν ἡμᾶς πρὸ τῶν κατὰ μέρος ἐξηγήσεων εἰπεῖν.
10. ἃ δὲ οὐκέτι τὸ βιβλίον, ἀλλ’ οἱ μεταγράφοντες ἢ
11. ἑτοίμως εἰς ὅπερ ἂν αὐτοὶ βουληθῶσι διεδέξαντο τῶν πρεσβυτέρων
12. γραφὰς, ἤδη σοι δίειμι. τινὲς μὲν γὰρ καὶ πάνυ
13. παλαιῶν βιβλίων ἀνευρεῖν ἐσπούδασαν πρὸ τριακοσίων ἐτῶν
14. γεγραμμένα, τὰ μὲν ἔχοντες ἐν τοῖς βιβλίοις, τὰ δὲ ἐν τοῖς
15. χάρτοις, τὰ δὲ ἐν διαφόροις φιλύραις, ὥσπερ τὰ παρ’ ἡμῖν
16. ἐν Περγάμῳ. τάδ’ οὖν πάντα παρὰ τοῖς πρώτοις ἐξηγησαμένοις
17. κατανοῆσαι προὐθέμην, ὅπως ἐκ τῶν πλείστων τε
1. καὶ ἀξιοπιστοτάτων εὕροιμεν τὰς γνησίας γραφάς. καὶ μοι
2. τὸ πρᾶγμα κρεῖττον τῆς ἐμῆς ἐλπίδος εὑρεθέν. συμφωνοῦντα
3. γὰρ ἅπαντα ὀλίγου δεῖν εὗρον ἀλλήλοις τά τε συγγράμματα
4. καὶ τὰ τῶν ἐξηγητῶν ὑπομνήματα, ὥστε θαυμάζειν συνεπῆλθέ
5. μοι τὴν τόλμαν τῶν χθὲς καὶ πρώην τὰ ὑπομνήματα
6. γραψάντων ἢ πάντων τῶν Ἱπποκράτους βιβλίων ἰδίαν ἔκδοσιν
7. πεποιημένων, ἐξ ὧν εἰσι καὶ οἱ περὶ Διοσκορίδην καὶ
8. Ἀρτεμίδωρον τὸν ἐπικληθέντα Καπίτωνα πολλὰ περὶ τὰς
9. ἀρχαίας γραφὰς καινοτομήσαντες. καί μοι μακρὸς ὁ λόγος
10. ἔδοξεν εἶναι τῶν ὑπομνημάτων, εἰ πασῶν τῶν γραφῶν μνημονεύοιμεν.
11. βέλτιον οὖν εἶναι ὑπέλαβον τὰς παλαιὰς μόνον
12. γράψαι, προστιθεὶς ὀλίγας τινὰς αὐταῖς, ὅσαι βραχὺ μετακεκίνηνται
13. καὶ τούτων καὶ αὐτῶν ἐκείνας μᾶλλον, ὅσαι παρὰ
14. τοῖς ἔμπροσθεν ἐξηγησαμένοις τὸ βιβλίον ὡμολόγηνται,
15. τέτταρες δέ εἰσιν αὐτῶν, δύο μὲν εἰς ἅπαντα βιβλία
16. Ἱπποκράτους γράφοντες ὑπομνήματα Ζεῦξίς τε καὶ Ἡρακλείδης,
17. οὐκ εἰς πάντα δὲ Βακχεῖος καὶ Ἀσκληπιάδης δυσλόγιστα.
1. καὶ τούτων μὲν ἅλις, ἀναλαβόντες δὲ χάριν σαφεστέρας
2. ἀρχῆς διὰ βραχέων ἐροῦμεν, ὡς εἰ καὶ μηδὲν
3. προειρήκαμεν. τὸ κατ’ ἰητρεῖον ἐπιγραφόμενον Ἱπποκράτους
4. βιβλίον ἐν ἀρχῇ μὲν ἔχει κοινὸν ἁπάσης τέχνης προοίμιον,
5. ὡς ὀλίγον ὕστερον δείξω, καὶ διὰ τοῦτό τινες εἰκότως ἠξίωσαν
6. αὐτὸ πρῶτον ἁπάντων ἀναγινώσκεσθαι, παραπλησίαν
7. ἐπαγγελλόμενοι διδασκαλίαν, ἣν ἐς ὕστερον ἐποιήσαντό τινες
8. ἐν ταῖς ὑπ’ αὐτῶν ἐπιγραφομέναις εἰσαγωγαῖς· ἐφεξῆς δὲ
9. τῷ κοινῷ προοιμίῳ περὶ τῶν κατὰ τὸ ἰατρεῖον ἐνεργεῖσθαι
10. δυναμένων διδάσκει τὰ χρησιμώτατα τοῖς ἀρχομένοις μανθάνειν
11. τὴν ἰατρικὴν τέχνην. ὅτι δ’ οὕτω ταῦτα ἔχει φανεῖταί
12. σοι προσέχοντι τὸν νοῦν ἀκριβῶς ταῖς ἐξηγήσεσι τῶν
13. ῥήσεων αὐτῶν.